Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Seconda lettera ai Corinzi - 2 Corinthians 10


font
LXXGREEK BIBLE
1 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς·1 Αυτος δε εγω ο Παυλος σας παρακαλω δια της πραοτητος και επιεικειας του Χριστου, οστις παρων μεν ειμαι ταπεινος μεταξυ σας, απων δε λαμβανω θαρρος προς εσας?
2 δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.2 σας παρακαλω δε οταν ελθω, να μη λαβω θαρρος με την πεποιθησιν εκεινην, με την οποιαν στοχαζομαι να τολμησω εναντιον τινων, οιτινες θεωρουσιν ημας ως κατα σαρκα περιπατουντας.
3 Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα,3 Διοτι αν και περιπατωμεν εν σαρκι, δεν πολεμουμεν ομως κατα σαρκα?
4 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες4 διοτι τα οπλα του πολεμου ημων δεν ειναι σαρκικα, αλλα δυνατα συν Θεω προς καθαιρεσιν οχυρωματων?
5 καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,5 επειδη καθαιρουμεν λογισμους και παν υψωμα επαιρομενον εναντιον της γνωσεως του Θεου, και αιχμαλωτιζομεν παν νοημα εις την υπακοην του Χριστου,
6 καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.6 και ειμεθα ετοιμοι να εκδικησωμεν πασαν παρακοην, οταν γεινη πληρης η υπακοη σας.
7 Τὰ κατὰ πρόσωπον βλέπετε. εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφ’ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτως καὶ ἡμεῖς.7 Τα κατα προσωπον βλεπετε. Εαν τις εχη πεποιθησιν εις εαυτον οτι ειναι του Χριστου, ας συλλογιζηται τουτο παλιν αφ' εαυτου, οτι καθως αυτος ειναι του Χριστου, ουτω και ημεις ειμεθα του Χριστου.
8 ἐάν [τε] γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν ἧς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι.8 Διοτι εαν και περισσοτερον τι καυχηθω δια την εξουσιαν ημων, την οποιαν εδωκεν εις ημας ο Κυριος εις οικοδομην και ουχι εις καθαιρεσιν σας, δεν θελω αισχυνθη,
9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν·9 δια να μη φανω οτι θελω να σας εκφοβιζω δια των επιστολων.
10 ὅτι αἱ ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος.10 Διοτι αι μεν επιστολαι, λεγει τις, ειναι βαρειαι και ισχυραι, η δε παρουσια του σωματος ασθενης και ο λογος εξουθενημενος.
11 τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.11 Τουτο ας παρατηρη ο τοιουτος, οτι οποιοι ειμεθα εις τον λογον δια των επιστολων αποντες, τοιουτοι και παροντες εις το εργον.
12 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων, ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν.12 Διοτι δεν τολμωμεν να συναριθμησωμεν η να συγκρινωμεν εαυτους προς τινας εκ των συνιστωντων εαυτους? αλλ' αυτοι καθ' εαυτους μετρουντες εαυτους και προς εαυτους συγκρινοντες εαυτους ανοηταινουσιν.
13 ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.13 Αλλ' ημεις δεν θελομεν καυχηθη εις τα αμετρα, αλλα κατα το μετρον του κανονος, το οποιον εμοιρασεν εις ημας ο Θεος, μετρον ωστε να φθασωμεν εως και εις εσας.
14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ,14 Διοτι δεν υπερεκτεινομεν εαυτους ως μη φθασαντες εις εσας. επειδη εως και εις εσας εφθασαμεν δια του ευαγγελιου του Χριστου,
15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν15 και δεν καυχωμεθα εις τα αμετρα εις ξενους κοπους, αλλ' εχομεν ελπιδα, οτι αυξανομενης της πιστεως σας, θελομεν μεγαλυνθη εις εσας εκ περισσου κατα τον κανονα ημων,
16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.16 ωστε να κηρυξωμεν το ευαγγελιον και εις τους επεκεινα υμων τοπους, ουχι να καυχηθωμεν εις τα εν αλλοτριω κανονι ετοιμα.
17 Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω·17 Αλλ' οστις καυχαται, εν Κυριω ας καυχαται?
18 οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλ’ ὃν ὁ κύριος συνίστησιν.18 διοτι δεν ειναι δοκιμος οστις συνιστα αυτος εαυτον, αλλ' εκεινος τον οποιον ο Κυριος συνιστα.