1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | 1 Δικαιωθεντες λοιπον εκ πιστεως, εχομεν ειρηνην προς τον Θεον δια του Κυριου ημων Ιησου Χριστου, |
2 δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν [τῇ πίστει] εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. | 2 δια του οποιου ελαβομεν και την εισοδον δια της πιστεως εις την χαριν ταυτην, εις την οποιαν ισταμεθα και καυχωμεθα εις την ελπιδα της δοξης του Θεου. |
3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, | 3 Και ουχι μονον τουτο, αλλα και καυχωμεθα εις τας θλιψεις, γινωσκοντες οτι θλιψις εργαζεται υπομονην, |
4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα. | 4 η δε υπομονη δοκιμην, η δε δοκιμη ελπιδα, |
5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. | 5 η δε ελπις δεν καταισχυνει, διοτι αγαπη του Θεου ειναι εκκεχυμενη εν ταις καρδιαις ημων δια Πνευματος Αγιου του δοθεντος εις ημας. |
6 Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. | 6 Επειδη ο Χριστος, οτε ημεθα ετι ασθενεις, απεθανε κατα τον ωρισμενον καιρον υπερ των ασεβων. |
7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν· | 7 Διοτι μολις υπερ δικαιου θελει αποθανει τις? επειδη υπερ του αγαθου ισως και τολμα τις να αποθανη? |
8 συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. | 8 αλλ' ο Θεος δεικνυει την εαυτου αγαπην εις ημας, διοτι ενω ημεις ημεθα ετι αμαρτωλοι, ο Χριστος απεθανεν υπερ ημων. |
9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. | 9 Πολλω μαλλον λοιπον αφου εδικαιωθημεν τωρα δια του αιματος αυτου, θελομεν σωθη απο της οργης δι' αυτου. |
10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· | 10 Διοτι εαν εχθροι οντες εφιλιωθημεν με τον Θεον δια του θανατου του Υιου αυτου, πολλω, μαλλον φιλιωθεντες θελομεν σωθη δια της ζωης αυτου? |
11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι’ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. | 11 και ουχι μονον τουτο, αλλα και καυχωμενοι εις τον Θεον δια του Κυριου ημων Ιησου Χριστου, δια του οποιου ελαβομεν τωρα την φιλιωσιν. |
12 Διὰ τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον· | 12 Δια τουτο καθως δι' ενος ανθρωπου η αμαρτια εισηλθεν εις τον κοσμον και δια της αμαρτιας ο θανατος, και ουτω διηλθεν ο θανατος εις παντας ανθρωπους, επειδη παντες ημαρτον? |
13 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου, | 13 διοτι μεχρι του νομου ητο εν τω κοσμω η αμαρτια, αμαρτια ομως δεν λογιζεται οταν δεν ηναι νομος? |
14 ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ὅς ἐστιν τύπος τοῦ μέλλοντος. | 14 αλλ' εβασιλευσεν ο θανατος απο Αδαμ μεχρι Μωυσεως και επι τους μη αμαρτησαντας κατα την ομοιοτητα της παραβασεως του Αδαμ, οστις ειναι τυπος του μελλοντος. |
15 Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. | 15 Πλην δεν ειναι καθως το αμαρτημα, ουτω και το χαρισμα? διοτι αν δια το αμαρτημα του ενος απεθανον οι πολλοι, πολυ περισσοτερον η χαρις του Θεου και η δωρεα δια της χαριτος του ενος ανθρωπου Ιησου Χριστου επερισσευσεν εις τους πολλους. |
16 καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. | 16 Και η δωρεα δεν ειναι καθως η δι' ενος αμαρτησαντος γενομενη κατακρισις? διοτι η κρισις εκ του ενος εγεινεν εις κατακρισιν των πολλων, το δε χαρισμα εκ πολλων αμαρτηματων εγεινεν εις δικαιωσιν. |
17 εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. | 17 Διοτι αν και δια το αμαρτημα του ενος ο θανατος εβασιλευσε δια του ενος, πολυ περισσοτερον οι λαμβανοντες την αφθονιαν της χαριτος και της δωρεας της δικαιοσυνης θελουσι βασιλευσει εν ζωη δια του ενος Ιησου Χριστου. |
18 Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς· | 18 Καθως λοιπον δι' ενος αμαρτηματος ηλθε κατακρισις εις παντας ανθρωπους, ουτω και δια μιας δικαιοσυνης ηλθεν εις παντας ανθρωπους δικαιωσις εις ζωην. |
19 ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. | 19 Διοτι καθως δια της παρακοης του ενος ανθρωπου οι πολλοι κατεσταθησαν αμαρτωλοι, ουτω και δια της υπακοης του ενος οι πολλοι θελουσι κατασταθη δικαιοι. |
20 νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, | 20 Παρεισηλθε δε ο νομος δια να περισσευση το αμαρτημα. Και οπου επερισσευσεν η αμαρτια, υπερεπερισσευσεν η χαρις, |
21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. | 21 ινα καθως εβασιλευσεν η αμαρτια δια του θανατου, ουτω και η χαρις βασιλευση δια της δικαιοσυνης εις ζωην αιωνιον δια Ιησου Χριστου του Κυριου ημων. |