Lettera ai Romani - Romans 14
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | GREEK BIBLE |
---|---|
1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. | 1 Τον δε ασθενουντα κατα την πιστιν προσδεχεσθε, ουχι εις φιλονεικιας διαλογισμων. |
2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. | 2 Αλλος μεν πιστευει οτι δυναται να τρωγη παντα, ο δε ασθενων τρωγει λαχανα. |
3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. | 3 Ο τρωγων ας μη καταφρονη τον μη τρωγοντα, και ο μη τρωγων ας μη κρινη τον τρωγοντα? διοτι ο Θεος προσεδεχθη αυτον. |
4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν. | 4 Συ τις εισαι οστις κρινεις ξενον δουλον; εις τον ιδιον αυτου κυριον ισταται η πιπτει? θελει ομως σταθη, διοτι ο Θεος ειναι δυνατος να στηση αυτον. |
5 Ὃς μὲν [γὰρ] κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. | 5 Αλλος μεν κρινει μιαν ημεραν αγιωτεραν παρα αλλην ημεραν, αλλος δε κρινει ισην πασαν ημεραν. Ας ηναι εκαστος πεπληροφορημενος εις τον ιδιον αυτου νουν. |
6 ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ· καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ. | 6 Ο παρατηρων την ημεραν παρατηρει αυτην δια τον Κυριον, και ο μη παρατηρων την ημεραν δια τον Κυριον δεν παρατηρει αυτην. Ο τρωγων δια τον Κυριον τρωγει? διοτι ευχαριστει εις τον Θεον. Και ο μη τρωγων δια τον Κυριον δεν τρωγει, και ευχαριστει εις τον Θεον. |
7 οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· | 7 Διοτι ουδεις εξ ημων ζη δι' εαυτον και ουδεις αποθνησκει δι' εαυτον. |
8 ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. | 8 Επειδη εαν τε ζωμεν, δια τον Κυριον ζωμεν? εαν τε αποθνησκωμεν, δια τον Κυριον αποθνησκομεν. Εαν τε λοιπον ζωμεν, εαν τε αποθνησκωμεν, του Κυριου ειμεθα. |
9 εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. | 9 Επειδη δια τουτο ο Χριστος και απεθανε και ανεστη και ανεζησε, δια να ηναι Κυριος και νεκρων και ζωντων. |
10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ, | 10 Συ δε δια τι κρινεις τον αδελφον σου; η και συ δια τι εξουθενεις τον αδελφον σου; επειδη παντες ημεις θελομεν παρασταθη εις το βημα του Χριστου. |
11 γέγραπται γάρ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ. | 11 Διοτι ειναι γεγραμμενον? Ζω εγω, λεγει Κυριος, οτι εις εμε θελει καμψει παν γονυ, και πασα γλωσσα θελει δοξολογησει τον Θεον. |
12 ἄρα [οὖν] ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει [τῷ θεῷ]. | 12 Αρα λοιπον εκαστος ημων περι εαυτου θελει δωσει λογον εις τον Θεον. |
13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. | 13 Λοιπον ας μη κρινωμεν πλεον αλληλους, αλλα τουτο κρινατε μαλλον, το να μη βαλλητε προσκομμα εις τον αδελφον η σκανδαλον. |
14 οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι’ ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. | 14 Εξευρω και ειμαι πεπεισμενος εν Κυριω Ιησου οτι ουδεν υπαρχει ακαθαρτον αφ' εαυτου ειμη εις τον οστις στοχαζεται τι οτι ειναι ακαθαρτον, εις εκεινον ειναι ακαθαρτον. |
15 εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. | 15 Εαν ομως ο αδελφος σου λυπηται δια φαγητον, δεν περιπατεις πλεον κατα αγαπην? μη φερε εις απωλειαν με το φαγητον σου εκεινον, υπερ του οποιου ο Χριστος απεθανεν. |
16 μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. | 16 Ας μη βλασφημηται λοιπον το αγαθον σας. |
17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ· | 17 Διοτι η βασιλεια του Θεου δεν ειναι βρωσις και ποσις, αλλα δικαιοσυνη και ειρηνη και χαρα εν Πνευματι Αγιω? |
18 ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. | 18 επειδη ο δουλευων εν τουτοις τον Χριστον ευαρεστει εις τον Θεον και ευδοκιμει παρα τοις ανθρωποις. |
19 Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. | 19 Αρα λοιπον ας ζητωμεν τα προς την ειρηνην και τα προς την οικοδομην αλληλων. |
20 μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. | 20 Μη καταστρεφε το εργον του Θεου δια φαγητον. Παντα μεν ειναι καθαρα, κακον ομως ειναι εις τον ανθρωπον οστις τρωγει με σκανδαλον. |
21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει. | 21 Καλον ειναι το να μη φαγης κρεας μηδε να πιης οινον μηδε να πραξης τι, εις το οποιον ο αδελφος σου προσκοπτει η σκανδαλιζεται η ασθενει. |
22 σὺ πίστιν [ἣν] ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει· | 22 Συ πιστιν εχεις; εχε αυτην εντος σου ενωπιον του Θεου? μακαριος οστις δεν κατακρινει εαυτον εις εκεινο, το οποιον αποδεχεται. |
23 ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν. | 23 Οστις ομως αμφιβαλλει, κατακρινεται, εαν φαγη, διοτι δεν τρωγει εκ πιστεως? και παν ο, τι δεν γινεται εκ πιστεως, ειναι αμαρτια. |