Scrutatio

Sabato, 11 maggio 2024 - San Fabio e compagni ( Letture di oggi)

Lettera ai Romani - Romans 12


font
LXXGREEK BIBLE
1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·1 Σας παρακαλω λοιπον, αδελφοι, δια των οικτιρμων του Θεου, να παραστησητε τα σωματα σας θυσιαν ζωσαν, αγιαν, ευαρεστον εις τον Θεον, ητις ειναι η λογικη σας λατρεια,
2 καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.2 και μη συμμορφονεσθε με τον αιωνα τουτον, αλλα μεταμορφονεσθε δια της ανακαινισεως του νοος σας, ωστε να δοκιμαζητε τι ειναι το θελημα του Θεου, το αγαθον και ευαρεστον και τελειον.
3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως.3 Διοτι λεγω δια της χαριτος της εις εμε δοθεισης προς παντα οστις ειναι μεταξυ σας, να μη φρονη υψηλοτερα παρ' ο, τι πρεπει να φρονη, αλλα να φρονη ωστε να σωφρονη, κατα το μετρον της πιστεως, το οποιον ο Θεος εμοιρασεν εις εκαστον.
4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,4 Διοτι καθως εχομεν εν ενι σωματι μελη πολλα, παντα δε τα μελη δεν εχουσι το αυτο εργον,
5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη.5 ουτω και ημεις οι πολλοι εν σωμα ειμεθα εν Χριστω, ο δε καθεις μελη αλληλων.
6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,6 Εχοντες δε χαρισματα διαφορα κατα την δοθεισαν εις ημας χαριν, ειτε προφητειαν, ας προφητευωμεν κατα την αναλογιαν της πιστεως,
7 εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ,7 ειτε διακονιαν, ας καταγινωμεθα εις την διακονιαν, ειτε διδασκει τις, ας καταγινηται εις την διδασκαλιαν,
8 εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει· ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.8 ειτε προτρεπει τις, εις την προτροπην? ο μεταδιδων, ας μεταδιδη εν απλοτητι, ο προισταμενος ας προισταται μετ' επιμελειας, ο ελεων ας ελεη εν ιλαροτητι.
9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ,9 Η αγαπη ας ηναι ανυποκριτος. Αποστρεφεσθε το πονηρον, προσκολλασθε εις το αγαθον,
10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,10 γινεσθε προς αλληλους φιλοστοργοι δια της φιλαδελφιας, προλαμβανοντες να τιματε αλληλους,
11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες,11 εις την σπουδην αοκνοι, κατα το πνευμα ζεοντες, τον Κυριον δουλευοντες,
12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,12 εις την ελπιδα χαιροντες, εις την θλιψιν υπομενοντες, εις την προσευχην προσκαρτερουντες,
13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.13 εις τας χρειας των αγιων μεταδιδοντες, την φιλοξενιαν ακολουθουντες.
14 εὐλογεῖτε τοὺς διώκοντας [ὑμᾶς], εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.14 Ευλογειτε τους καταδιωκοντας υμας, ευλογειτε και μη καταρασθε.
15 χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.15 Χαιρετε μετα χαιροντων και κλαιετε μετα κλαιοντων.
16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.16 Εχετε προς αλληλους το αυτο φρονημα. Μη υψηλοφρονειτε, αλλα συγκαταβαινετε εις τους ταπεινους. Μη φανταζεσθε εαυτους φρονιμους.
17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·17 Εις μηδενα μη ανταποδιδετε κακον αντι κακου? προνοειτε τα καλα ενωπιον παντων ανθρωπων?
18 εἰ δυνατὸν τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες·18 ει δυνατον, οσον το αφ' υμων ειρηνευετε μετα παντων ανθρωπων.
19 μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.19 Μη εκδικητε εαυτους, αγαπητοι, αλλα δοτε τοπον τη οργη? διοτι ειναι γεγραμμενον? εις εμε ανηκει η εκδικησις, εγω θελω καμει ανταποδοσιν, λεγει Κυριος.
20 ἀλλ’ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.20 Εαν λοιπον πεινα ο εχθρος σου, τρεφε αυτον, εαν διψα, ποτιζε αυτον? διοτι πραττων τουτο θελεις σωρευσει ανθρακας πυρος επι την κεφαλην αυτου.
21 μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.21 Μη νικασαι υπο του κακου, αλλα νικα δια του αγαθου το κακον.