Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Lettera ai Romani - Romans 1


font
LXXGREEK BIBLE
1 Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ,1 Παυλος, δουλος Ιησου Χριστου, προσκεκλημενος αποστολος, κεχωρισμενος δια το ευαγγελιον του Θεου,
2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις2 το οποιον προυπεσχεθη δια των προφητων αυτου εν ταις αγιαις γραφαις,
3 περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,3 περι του Υιου αυτου, οστις εγεννηθη εκ σπερματος Δαβιδ κατα σαρκα,
4 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,4 και απεδειχθη Υιος Θεου εν δυναμει κατα το πνευμα της αγιωσυνης δια της εκ νεκρων αναστασεως, Ιησου Χριστου του Κυριου ημων,
5 δι’ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,5 δια του οποιου ελαβομεν χαριν και αποστολην εις υπακοην πιστεως παντων των εθνων υπερ του ονοματος αυτου,
6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ,6 μεταξυ των οποιων εισθε και σεις προσκεκλημενοι του Ιησου Χριστου,
7 πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.7 προς παντας τους οντας εν Ρωμη αγαπητους του Θεου, προσκεκλημενους αγιους, χαρις ειη υμιν και ειρηνη απο Θεου Πατρος ημων και Κυριου Ιησου Χριστου.
8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.8 Πρωτον μεν ευχαριστω τον Θεον μου δια Ιησου Χριστου υπερ παντων υμων, διοτι η πιστις σας κηρυττεται εν ολω τω κοσμω.
9 μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι9 Επειδη μαρτυς μου ειναι ο Θεος, τον οποιον λατρευω δια του πνευματος μου εν τω ευαγγελιω του Υιου αυτου, οτι αδιαλειπτως σας ενθυμουμαι,
10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.10 δεομενος παντοτε εν ταις προσευχαις μου να αξιωθω ηδη ποτε δια του θεληματος του Θεου να ελθω προς εσας.
11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς,11 Διοτι επιποθω να σας ιδω, δια να σας μεταδωσω χαρισμα τι πνευματικον προς στηριξιν υμων,
12 τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.12 τουτο δε ειναι, το να συμπαρηγορηθω μεταξυ σας δια της κοινης πιστεως υμων τε και εμου.
13 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.13 Δεν θελω δε να αγνοητε, αδελφοι, οτι πολλακις εμελετησα να ελθω προς εσας, εμποδισθην ομως μεχρι τουδε, δια να απολαυσω καρπον τινα και μεταξυ σας, καθως και μεταξυ των λοιπων εθνων.
14 Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί,14 Χρεωστης ειμαι προς Ελληνας τε και βαρβαρους, σοφους τε και ασοφους?
15 οὕτως τὸ κατ’ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.15 ουτω προθυμος ειμαι το κατ' εμε να κηρυξω το ευαγγελιον και προς εσας τους εν Ρωμη.
16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.16 Διοτι δεν αισχυνομαι το ευαγγελιον του Χριστου? επειδη ειναι δυναμις Θεου προς σωτηριαν εις παντα τον πιστευοντα Ιουδαιον τε, πρωτον και Ελληνα.
17 δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.17 Διοτι δι' αυτου αποκαλυπτεται η δικαιοσυνη του Θεου εκ πιστεως εις πιστιν, καθως ειναι γεγραμμενον? Ο δε δικαιος θελει ζησει εκ πιστεως.
18 Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,18 Διοτι οργη Θεου αποκαλυπτεται απ' ουρανου επι πασαν ασεβειαν και αδικιαν ανθρωπων, οιτινες κατακρατουσι την αληθειαν εν αδικια.
19 διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.19 Επειδη ο, τι δυναται να γνωρισθη περι Θεου ειναι φανερον εν αυτοις, διοτι ο Θεος εφανερωσε τουτο προς αυτους.
20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους,20 Επειδη τα αορατα αυτου βλεπονται φανερως απο κτισεως κοσμου νοουμενα δια των ποιηματων, η τε αιδιος αυτου δυναμις και η θειοτης, ωστε αυτοι ειναι αναπολογητοι.
21 διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.21 Διοτι γνωρισαντες τον Θεον, δεν εδοξασαν ως Θεον ουδε ευχαριστησαν, αλλ' εματαιωθησαν εν τοις διαλογισμοις αυτων, και εσκοτισθη η ασυνετος αυτων καρδια?
22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν22 λεγοντες οτι ειναι σοφοι εμωρανθησαν,
23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.23 και ηλλαξαν την δοξαν του αφθαρτου Θεου εις ομοιωμα εικονος φθαρτου ανθρωπου και πετεινων και τετραποδων και ερπετων.
24 Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς·24 Δια τουτο και παρεδωκεν αυτους ο Θεος δια των επιθυμιων των καρδιων αυτων εις ακαθαρσιαν, ωστε να ατιμαζωνται τα σωματα αυτων μεταξυ αυτων.
25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.25 Οιτινες μετηλλαξαν την αληθειαν του Θεου εις το ψευδος, και εσεβασθησαν και ελατρευσαν την κτισιν μαλλον παρα τον κτισαντα, οστις ειναι ευλογητος εις τους αιωνας? αμην.
26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας, αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,26 Δια τουτο παρεδωκεν αυτους ο Θεος εις παθη ατιμιας? διοτι και αι γυναικες αυτων μετηλλαξαν την φυσικην χρησιν εις την παρα φυσιν?
27 ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.27 ομοιως δε και οι ανδρες, αφησαντες την φυσικην χρησιν της γυναικος, εξεκαυθησαν εις την επιθυμιαν αυτων προς αλληλους, πραττοντες την ασχημοσυνην αρσενες εις αρσενας και απολαμβανοντες εις εαυτους την πρεπουσαν αντιμισθιαν της πλανης αυτων.
28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,28 Και καθως απεδοκιμασαν το να εχωσιν επιγνωσιν του Θεου, παρεδωκεν αυτους ο Θεος εις αδοκιμον νουν, ωστε να πραττωσι τα μη πρεποντα,
29 πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, ψιθυριστὰς29 πληρεις οντες πασης αδικιας, πορνειας, πονηριας, πλεονεξιας, κακιας, γεμοντες φθονου, φονου, εριδος, δολου, κακοηθειας?
30 καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,30 ψιθυρισται, καταλαλοι, μισοθεοι, υβρισται, υπερηφανοι, αλαζονες, εφευρεται κακων, απειθεις εις τους γονεις,
31 ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀνελεήμονας·31 ασυνετοι, παραβαται συνθηκων, ασπλαγχνοι, αδιαλλακτοι, ανελεημονες?
32 οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.32 οιτινες ενω γνωριζουσι την δικαιοσυνην του Θεου, οτι οι πραττοντες τα τοιαυτα ειναι αξιοι θανατου, ουχι μονον πραττουσιν αυτα, αλλα και συνευδοκουσιν εις τους πραττοντας.