Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Atti degli Apostoli - Acts 23


font
LXXGREEK BIBLE
1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.1 Ατενισας δε ο Παυλος εις το συνεδριον, ειπεν? Ανδρες αδελφοι, εγω εζησα ενωπιον του Θεου μετα πασης καλης συνειδησεως μεχρι ταυτης της ημερας.
2 ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.2 Ο δε αρχιερευς Ανανιας προσεταξε τους παρεστωτας πλησιον αυτου να κτυπησωσι το στομα αυτου.
3 τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;3 Τοτε ο Παυλος ειπε προς αυτον? Ο Θεος μελλει να σε κτυπηση, τοιχε ασβεστωμενε? και συ καθησαι να με κρινης κατα τον νομον, και παρανομων προσταζεις να με κτυπωσιν;
4 οἱ δὲ παρεστῶτες εἶπαν· τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;4 Οι δε παρεστωτες ειπον? Τον αρχιερεα του Θεου λοιδορεις;
5 ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.5 Και ο Παυλος ειπε? Δεν ηξευρον, αδελφοι, οτι ειναι αρχιερευς? διοτι ειναι γεγραμμενον. Αρχοντα του λαου σου δεν θελεις κακολογησει.
6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων, περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [ἐγὼ] κρίνομαι.6 Εννοησας δε ο Παυλος οτι το εν μερος ειναι Σαδδουκαιων, το δε αλλο Φαρισαιων, εκραξεν εν τω συνεδριω. Ανδρες αδελφοι, εγω ειμαι Φαρισαιος, υιος Φαρισαιου? περι ελπιδος και αναστασεως νεκρων εγω κρινομαι.
7 τοῦτο δὲ αὐτοῦ εἰπόντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ ἐσχίσθη τὸ πλῆθος.7 Και οτε ελαλησε τουτο, εγεινε διαιρεσις των Φαρισαιων και των Σαδδουκαιων, και διηρεθη το πληθος.
8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.8 Διοτι οι μεν Σαδδουκαιοι λεγουσιν οτι δεν ειναι αναστασις ουδε αγγελος ουδε πνευμα, οι δε Φαρισαιοι ομολογουσιν αμφοτερα.
9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος;9 Και εγεινε κραυγη μεγαλη, και σηκωθεντες οι γραμματεις του μερους των Φαρισαιων διεμαχοντο, λεγοντες? Ουδεν κακον ευρισκομεν εν τω ανθρωπω τουτω? αν δε ελαλησε προς αυτον πνευμα η αγγελος, ας μη θεομαχωμεν.
10 Πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν.10 Και επειδη εγεινε μεγαλη διαιρεσις, φοβηθεις ο χιλιαρχος μη διασπαραχθη ο Παυλος υπ' αυτων, προσεταξε να καταβη το στρατευμα και να αρπαση αυτον εκ μεσου αυτων και να φερη εις το φρουριον.
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.11 Την δε ερχομενην νυκτα επιφανεις εις αυτον ο Κυριος, ειπε? Θαρρει, Παυλε, διοτι καθως εμαρτυρησας τα περι εμου εις Ιερουσαλημ, ουτω πρεπει να μαρτυρησης και εις Ρωμην.
12 Γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.12 Και οτε εγεινεν ημερα, τινες των Ιουδαιων συνομωσαντες ανεθεματισαν εαυτους, λεγοντες μητε να φαγωσι μητε να πιωσιν, εωσου φονευσωσι τον Παυλον?
13 ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι,13 ησαν δε πλειοτεροι των τεσσαρακοντα οι πραξαντες την συνωμοσιαν ταυτην?
14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.14 οιτινες ελθοντες προς τους αρχιερεις και τους πρεσβυτερους, ειπον? Με αναθεμα ανεθεματισαμεν εαυτους, να μη γευθωμεν μηδεν εωσου φονευσωμεν τον Παυλον.
15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.15 Τωρα λοιπον σεις μετα του συνεδριου μηνυσατε προς τον χιλιαρχον, να καταβιβαση αυτον αυριον προς εσας, ως μελλοντας να μαθητε ακριβεστερον τα περι αυτου? ημεις δε, πριν αυτος πλησιαση, ειμεθα ετοιμοι να φονευσωμεν αυτον.
16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ.16 Ακουσας δε την ενεδραν ο υιος της αδελφης του Παυλου, υπηγε και εισελθων εις το φρουριον απηγγειλε προς τον Παυλον.
17 προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.17 Και ο Παυλος προσκαλεσας ενα των εκατονταρχων, ειπε? Φερε τον νεον τουτον προς τον χιλιαρχον? διοτι εχει τι να απαγγειλη προς αυτον.
18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σὲ ἔχοντά τι λαλῆσαί σοι.18 Εκεινος λοιπον παραλαβων αυτον, εφερε προς τον χιλιαρχον και λεγει? Ο δεσμιος Παυλος με εκραξε και με παρεκαλεσε να φερω τον νεον τουτον προς σε, διοτι εχει τι να σοι λαληση.
19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ’ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;19 Πιασας δε αυτον απο της χειρος ο χιλιαρχος και αποσυρθεις κατ' ιδιαν, ηρωτησε, Τι ειναι εκεινο, το οποιον εχεις να μοι απαγγειλης;
20 εἶπεν δὲ ὅτι οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.20 Ο δε ειπεν οτι οι Ιουδαιοι συνεφωνησαν να σε παρακαλεσωσι να καταβιβασης αυριον τον Παυλον εις το συνεδριον, ως θελοντες να μαθωσι τι ακριβεστερον περι αυτου.
21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.21 Συ λοιπον μη πεισθης εις αυτους, διοτι ενεδρευουσιν αυτον πλειοτεροι των τεσσαρακοντα ανδρες εξ αυτων, οιτινες ανεθεματισαν εαυτους μητε να φαγωσι μητε να πιωσιν, εωσου φονευσωσιν αυτον? και τωρα ειναι ετοιμοι, προσμενοντες την παρα σου υποσχεσιν.
22 ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.22 Ο χιλιαρχος λοιπον απελυσε τον νεον, παραγγειλας, να μη ειπης εις μηδενα οτι εφανερωσας ταυτα εις εμε.
23 Καὶ προσκαλεσάμενος δύο [τινὰς] τῶν ἑκατονταρχῶν εἶπεν· ἑτοιμάσατε στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπὸ τρίτης ὥρας τῆς νυκτός,23 Και προσκαλεσας δυο τινας των εκατονταρχων, ειπεν? Ετοιμασατε διακοσιους στρατιωτας δια να υπαγωσιν εως Καισαρειας, και εβδομηκοντα ιππεις και διακοσιους λογχοφορους, απο τριτης ωρας της νυκτος,
24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα,24 ετοιμασατε και ζωα, δια να επικαθισωσι τον Παυλον και φερωσιν ασφαλως προς Φηλικα τον ηγεμονα?
25 γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον·25 και εγραψεν επιστολην περιεχουσαν τον τυπον τουτον?
26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.26 Κλαυδιος Λυσιας προς τον κρατιστον ηγεμονα Φηλικα, χαιρειν.
27 Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν.27 Τον ανδρα τουτον, συλληφθεντα υπο των Ιουδαιων και μελλοντα να φονευθη υπ' αυτων, επελθων μετα του στρατευματος εσωσα αυτον, μαθων οτι ειναι Ρωμαιος.
28 βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν28 Θελων δε να μαθω αιτιαν, δια την οποιαν εκατηγορουν αυτον, κατεβιβασα αυτον εις το συνεδριον αυτων?
29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα.29 και ευρον αυτον εγκαλουμενον περι ζητηματων του νομου αυτων, μη εχοντα ομως μηδεν εγκλημα αξιον θανατου η δεσμων.
30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι ἐξαυτῆς ἔπεμψα πρὸς σὲ παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [τὰ] πρὸς αὐτὸν ἐπὶ σοῦ.30 Και επειδη εμηνυθη προς εμε οτι μελλει να γεινη εις τον ανθρωπον επιβουλη υπο των Ιουδαιων, ευθυς επεμψα αυτον προς σε, παραγγειλας και εις τους κατηγορους να ειπωσιν ενωπιον σου τα κατ' αυτου. Υγιαινε.
31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα,31 Οι μεν λοιπον στρατιωται κατα την δοθεισαν εις αυτους προσταγην αναλαβοντες τον Παυλον, εφεραν δια της νυκτος εις την Αντιπατριδα,
32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·32 την δε επαυριον, αφησαντες τους ιππεις να υπαγωσι μετ' αυτου, υπεστρεψαν εις το φρουριον?
33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.33 οιτινες εισελθοντες εις την Καισαρειαν και εγχειρισαντες την επιστολην εις τον ηγεμονα, παρεστησαν και τον Παυλον εις αυτον.
34 ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστίν, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,34 Ο δε ηγεμων, αφου ανεγνωσε την επιστολην και ηρωτησεν εκ ποιας επαρχιας ειναι και ηκουσεν οτι ειναι απο Κιλικιας,
35 διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν.35 Θελω σε ακροασθη, ειπεν, οταν και οι κατηγοροι σου ελθωσι? και προσεταξε να φυλαττηται εν τω πραιτωριω του Ηρωδου.