Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Giovanni - John 20


font
LXXGREEK BIBLE
1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.1 Την δε πρωτην της εβδομαδος Μαρια η Μαγδαληνη ερχεται εις το μνημειον το πρωι, ενω ετι ητο σκοτος, και βλεπει τον λιθον σηκωμενον εκ του μνημειου.
2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς καὶ λέγει αὐτοῖς· ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.2 Τρεχει λοιπον και ερχεται προς τον Σιμωνα Πετρον και προς τον αλλον μαθητην, τον οποιον ηγαπα ο Ιησους, και λεγει προς αυτους? Εσηκωσαν τον Κυριον εκ του μνημειου, και δεν εξευρομεν που εθεσαν αυτον.
3 Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.3 Εξηλθε λοιπον ο Πετρος και ο αλλος μαθητης και ηρχοντο εις το μνημειον.
4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,4 Ετρεχον δε οι δυο ομου? και ο αλλος μαθητης προετρεξε ταχυτερον του Πετρου και ηλθε πρωτος εις το μνημειον,
5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.5 και παρακυψας βλεπει κειμενα τα σαβανα, δεν εισηλθεν ομως.
6 ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,6 Ερχεται λοιπον ο Σιμων Πετρος ακολουθων αυτον, και εισηλθεν εις το μνημειον και θεωρει τα σαβανα κειμενα,
7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.7 και το σουδαριον, το οποιον ητο επι της κεφαλης αυτου, κειμενον ουχι ομου με τα σαβανα, αλλα χωριστα τετυλιγμενον εις ενα τοπον.
8 τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπίστευσεν·8 Τοτε λοιπον εισηλθε και ο αλλος μαθητης ο ελθων πρωτος εις το μνημειον, και ειδε και επιστευσε?
9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.9 διοτι δεν ενοουν ετι την γραφην οτι πρεπει αυτος να αναστηθη εκ νεκρων.
10 ἀπῆλθον οὖν πάλιν πρὸς αὐτοὺς οἱ μαθηταί.10 Ανεχωρησαν λοιπον παλιν εις τα ιδια οι μαθηται.
11 Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον11 Η δε Μαρια ιστατο πλησιον του μνημειου κλαιουσα εξω. Ενω λοιπον εκλαιεν, εκυψεν εις το μνημειον?
12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.12 και βλεπει δυο αγγελους με λευκα ιματια καθημενους, ενα προς την κεφαλην και ενα προς τους ποδας, εκει οπου εκειτο το σωμα του Ιησου.
13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.13 Και λεγουσι προς αυτην εκεινοι? Γυναι, τι κλαιεις; Λεγει προς αυτους? Διοτι εσηκωσαν τον Κυριον μου, και δεν εξευρω που εθεσαν αυτον.
14 Ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν.14 Και αφου ειπε ταυτα, εστραφη εις τα οπισω και θεωρει τον Ιησουν ισταμενον, και δεν ηξευρεν οτι ειναι ο Ιησους.
15 λέγει αὐτῇ Ἰησοῦς· γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.15 Λεγει προς αυτην ο Ιησους? Γυναι, τι κλαιεις; τινα ζητεις; Εκεινη νομιζουσα οτι ειναι ο κηπουρος, λεγει προς αυτον? Κυριε, εαν συ εσηκωσας αυτον, ειπε μοι που εθεσας αυτον, και εγω θελω σηκωσει αυτον.
16 λέγει αὐτῇ Ἰησοῦς· Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί· ραββουνι, ὃ λέγεται διδάσκαλε.16 Λεγει προς αυτην ο Ιησους? Μαρια. Εκεινη στραφεισα λεγει προς αυτον? Ραββουνι, το οποιον λεγεται, Διδασκαλε.
17 λέγει αὐτῇ Ἰησοῦς· μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.17 Λεγει προς αυτην ο Ιησους? Μη μου απτου? διοτι δεν ανεβην ετι προς τον Πατερα μου. Αλλ' υπαγε προς τους αδελφους μου και ειπε προς αυτους? Αναβαινω προς τον Πατερα μου και Πατερα σας και Θεον μου και Θεον σας.
18 Ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακα τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.18 Ερχεται Μαρια η Μαγδαληνη και απαγγελλει προς τους μαθητας οτι ειδε τον Κυριον και οτι ειπε ταυτα προς αυτην.
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.19 Το εσπερας λοιπον της ημερας εκεινης της πρωτης της εβδομαδος, ενω αι θυραι ησαν κεκλεισμεναι, οπου οι μαθηται ησαν συνηγμενοι δια τον φοβον των Ιουδαιων, ηλθεν ο Ιησους και εσταθη εις το μεσον, και λεγει προς αυτους? Ειρηνη υμιν.
20 καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.20 Και τουτο ειπων εδειξεν εις αυτους τας χειρας και την πλευραν αυτου. Εχαρησαν λοιπον οι μαθηται ιδοντες τον Κυριον.
21 εἶπεν οὖν αὐτοῖς [ὁ Ἰησοῦς] πάλιν· εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.21 Ειπε δε παλιν προς αυτους ο Ιησους? Ειρηνη υμιν? καθως με απεστειλεν ο Πατηρ, και εγω πεμπω εσας.
22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον·22 Και τουτο ειπων, ενεφυσησε και λεγει προς αυτους? Λαβετε Πνευμα Αγιον.
23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς, ἄν τινων κρατῆτε κεκράτηνται.23 Αν τινων συγχωρησητε τας αμαρτιας, ειναι συγκεχωρημεναι εις αυτους, αν τινων κρατητε, ειναι κεκρατημεναι.
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς.24 Θωμας δε, εις εκ των δωδεκα, ο λεγομενος Διδυμος, δεν ητο μετ' αυτων οτε ηλθεν ο Ιησους.
25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.25 Ελεγον λοιπον προς αυτον οι αλλοι μαθηται? Ειδομεν τον Κυριον. Ο δε ειπε προς αυτους? Εαν δεν ιδω εν ταις χερσιν αυτου τον τυπον των ηλων και βαλω τον δακτυλον μου εις τον τυπον των ηλων, και βαλω την χειρα μου εις την πλευραν αυτου, δεν θελω πιστευσει.
26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν.26 Και μεθ' ημερας οκτω παλιν ησαν εσω οι μαθηται αυτου και Θωμας μετ' αυτων. Ερχεται ο Ιησους, ενω αι θυραι ησαν κεκλεισμεναι, και εσταθη εις το μεσον και ειπεν? Ειρηνη υμιν.
27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.27 Επειτα λεγει προς τον Θωμαν? Φερε τον δακτυλον σου εδω και ιδε τας χειρας μου, και φερε την χειρα σου και βαλε εις την πλευραν μου, και μη γινου απιστος αλλα πιστος.
28 ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ κύριός μου καὶ ὁ θεός μου.28 Και απεκριθη ο Θωμας και ειπε προς αυτον? Ο Κυριος μου και ο Θεος μου.
29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.29 Λεγει προς αυτον ο Ιησους? Επειδη με ειδες, Θωμα, επιστευσας? μακαριοι οσοι δεν ειδον και επιστευσαν.
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν [αὐτοῦ], ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·30 Και αλλα πολλα θαυματα εκαμεν ο Ιησους ενωπιον των μαθητων αυτου, τα οποια δεν ειναι γεγραμμενα εν τω βιβλιω τουτω?
31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύ[σ]ητε ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.31 ταυτα δε εγραφησαν δια να πιστευσητε οτι ο Ιησους ειναι ο Χριστος ο Υιος του Θεου, και πιστευοντες να εχητε ζωην εν τω ονοματι αυτου.