Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Vangelo secondo Giovanni - John 16


font
LXXGREEK BIBLE
1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.1 Ταυτα ελαλησα προς εσας δια να μη σκανδαλισθητε.
2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.2 Θελουσι σας καμει αποσυναγωγους? μαλιστα ερχεται ωρα, καθ' ην πας οστις σας θανατωση θελει νομισει οτι προσφερει λατρειαν εις τον Θεον.
3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.3 Και ταυτα θελουσι σας καμει, διοτι δεν εγνωρισαν τον Πατερα ουδε εμε.
4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην.4 Αλλα ταυτα ειπον προς εσας δια να ενθυμησθε αυτα, οταν ελθη η ωρα, οτι εγω ειπον προς εσας. Δεν ειπον δε ταυτα προς εσας εξ αρχης, διοτι ημην μεθ' υμων.
5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· ποῦ ὑπάγεις;5 Τωρα δε υπαγω προς τον πεμψαντα με, και ουδεις εξ υμων με ερωτα? Που υπαγεις;
6 ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.6 Αλλ' επειδη ελαλησα προς εσας ταυτα, η λυπη εγεμισε την καρδιαν σας.
7 ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.7 Εγω ομως την αληθειαν σας λεγω? συμφερει εις εσας να απελθω εγω. Διοτι εαν δεν απελθω, ο Παρακλητος δεν θελει ελθει προς εσας? αλλ' αφου απελθω, θελω πεμψει αυτον προς εσας?
8 Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·8 και ελθων εκεινος θελει ελεγξει τον κοσμον περι αμαρτιας και περι δικαιοσυνης και περι κρισεως?
9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·9 περι αμαρτιας μεν, διοτι δεν πιστευουσιν εις εμε?
10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·10 περι δικαιοσυνης δε, διοτι υπαγω προς τον Πατερα μου και πλεον δεν με βλεπετε?
11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.11 περι δε κρισεως, διοτι ο αρχων του κοσμου τουτου εκριθη.
12 Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι·12 Ετι πολλα εχω να ειπω προς εσας, δεν δυνασθε ομως τωρα να βασταζητε αυτα.
13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.13 Οταν δε ελθη εκεινος, το Πνευμα της αληθειας, θελει σας οδηγησει εις πασαν την αληθειαν? διοτι δεν θελει λαλησει αφ' εαυτου, αλλ' οσα αν ακουση θελει λαλησει, και θελει σας αναγγειλει τα μελλοντα.
14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν.14 Εκεινος θελει δοξασει εμε, διοτι εκ του εμου θελει λαβει και αναγγειλει προς εσας.
15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.15 Παντα οσα εχει ο Πατηρ, εμου ειναι? δια τουτο ειπον οτι εκ του εμου θελει λαβει και αναγγειλει προς εσας.
16 Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με.16 Ολιγον ετι και δεν με βλεπετε, και παλιν ολιγον και θελετε με ιδει, διοτι εγω υπαγω προς τον Πατερα.
17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ὅτι ὑπάγω πρὸς τὸν πατέρα;17 Τοτε τινες εκ των μαθητων αυτου ειπον προς αλληλους? Τι ειναι τουτο, το οποιον μας λεγει, Ολιγον και δεν με βλεπετε, και παλιν ολιγον και θελετε με ιδει, και, Οτι εγω υπαγω προς τον Πατερα;
18 ἔλεγον οὖν· τί ἐστιν τοῦτο [ὃ λέγει] τὸ μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.18 Ελεγον λοιπον? Τουτο τι ειναι, το οποιον λεγει το ολιγον; Δεν εξευρομεν τι λαλει.
19 Ἔγνω [ὁ] Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;19 Ενοησε λοιπον ο Ιησους οτι ηθελον να ερωτησωσιν αυτον, και ειπε προς αυτους? Περι τουτου συζητειτε μετ' αλληλων οτι ειπον, Ολιγον και δεν με βλεπετε, και παλιν ολιγον και θελετε με ιδει;
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.20 Αληθως, αληθως σας λεγω οτι σεις θελετε κλαυσει και θρηνησει, ο δε κοσμος θελει χαρη? και σεις θελετε λυπηθη, η λυπη σας ομως θελει μεταβληθη εις χαραν.
21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.21 Η γυνη οταν γεννα, λυπην εχει, διοτι ηλθεν ωρα αυτης? αφου ομως γεννηση το παιδιον, δεν ενθυμειται πλεον την θλιψιν, δια την χαραν οτι εγεννηθη ανθρωπος εις τον κοσμον.
22 καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.22 Και σεις λοιπον τωρα μεν εχετε λυπην? παλιν ομως θελω σας ιδει, και θελει χαρη η καρδια σας, και την χαραν σας ουδεις αφαιρει απο σας.
23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν.23 Και εν εκεινη τη ημερα δεν θελετε ζητησει παρ' εμου ουδεν. Αληθως, αληθως σας λεγω οτι οσα αν αιτησητε παρα του Πατρος εν τω ονοματι μου, θελει σας δωσει.
24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.24 Εως τωρα δεν ητησατε ουδεν εν τω ονοματι μου? αιτειτε και θελετε λαμβανει, δια να ηναι πληρης η χαρα σας.
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν.25 Ταυτα δια παροιμιων ελαλησα προς εσας? αλλ' ερχεται ωρα, οτε δεν θελω σας λαλησει πλεον δια παροιμιων, αλλα παρρησια θελω σας αναγγειλει περι του Πατρος.
26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·26 Εν εκεινη τη ημερα θελετε ζητησει εν τω ονοματι μου? και δεν σας λεγω οτι εγω θελω παρακαλεσει τον Πατερα περι υμων?
27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ [τοῦ] θεοῦ ἐξῆλθον.27 διοτι αυτος ο Πατηρ σας αγαπα, επειδη σεις ηγαπησατε εμε και επιστευσατε οτι εγω παρα του Θεου εξηλθον.
28 ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.28 Εξηλθον παρα του Πατρος και ηλθον εις τον κοσμον? παλιν αφινω τον κοσμον και υπαγω προς τον Πατερα.
29 Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις.29 Λεγουσι προς αυτον οι μαθηται αυτου? Ιδου, τωρα παρρησια λαλεις και, ουδεμιαν παροιμιαν λεγεις.
30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.30 Τωρα γνωριζομεν οτι εξευρεις παντα και δεν εχεις χρειαν να σε ερωτα τις. Εκ τουτου πιστευομεν οτι απο Θεου εξηλθες.
31 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· ἄρτι πιστεύετε;31 Απεκριθη προς αυτους ο Ιησους? Τωρα πιστευετε;
32 ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.32 Ιδου, ερχεται ωρα, και ηδη ηλθε, να σκορπισθητε εκαστος εις τα ιδια και να αφησητε εμε μονον? αλλα δεν ειμαι μονος, διοτι ο Πατηρ ειναι μετ' εμου.
33 Ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.33 Ταυτα ελαλησα προς εσας, δια να εχητε ειρηνην εν εμοι. Εν τω κοσμω θελετε εχει θλιψιν? αλλα θαρσειτε, εγω ενικησα τον κοσμον.