1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου. | 1 Τοτε θελει ομοιωθη η βασιλεια των ουρανων με δεκα παρθενους, αιτινες λαβουσαι τας λαμπαδας αυτων εξηλθον εις απαντησιν του νυμφιου. |
2 πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι. | 2 Πεντε δε εξ αυτων ησαν φρονιμοι και πεντε μωραι. |
3 αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. | 3 Αιτινες μωραι, λαβουσαι τας λαμπαδας αυτων, δεν ελαβον μεθ' εαυτων ελαιον? |
4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν. | 4 αι φρονιμοι ομως ελαβον ελαιον εν τοις αγγειοις αυτων μετα των λαμπαδων αυτων. |
5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. | 5 Και επειδη ο νυμφιος εβραδυνεν, ενυσταξαν πασαι και εκοιμωντο. |
6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν [αὐτοῦ]. | 6 Εν τω μεσω δε της νυκτος εγεινε κραυγη? Ιδου, ο νυμφιος ερχεται, εξελθετε εις απαντησιν αυτου. |
7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. | 7 Τοτε εσηκωθησαν πασαι αι παρθενοι εκειναι και ητοιμασαν τας λαμπαδας αυτων. |
8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. | 8 Και αι μωραι ειπον προς τας φρονιμους? Δοτε εις ημας εκ του ελαιου σας, διοτι αι λαμπαδες ημων σβυνονται. |
9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. | 9 Απεκριθησαν δε αι φρονιμοι, λεγουσαι? Μηποτε δεν αρκεση εις ημας και εις εσας? οθεν υπαγετε καλλιον προς τους πωλουντας και αγορασατε εις εαυτας. |
10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. | 10 Ενω δε απηρχοντο δια να αγορασωσιν, ηλθεν ο νυμφιος και αι ετοιμοι εισηλθον μετ' αυτου εις τους γαμους, και εκλεισθη η θυρα. |
11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. | 11 Υστερον δε ερχονται και αι λοιπαι παρθενοι, λεγουσαι? Κυριε, Κυριε, ανοιξον εις ημας. |
12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. | 12 Ο δε αποκριθεις ειπεν? Αληθως σας λεγω, δεν σας γνωριζω. |
13 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. | 13 Αγρυπνειτε λοιπον, διοτι δεν εξευρετε την ημεραν ουδε την ωραν, καθ' ην ο Υιος του ανθρωπου ερχεται. |
14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, | 14 Διοτι θελει ελθει ως ανθρωπος, οστις αποδημων εκαλεσε τους δουλους αυτου και παρεδωκεν εις αυτους τα υπαρχοντα αυτου, |
15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως | 15 και εις αλλον μεν εδωκε πεντε ταλαντα, εις αλλον δε δυο, εις αλλον δε εν, εις εκαστον κατα την ιδιαν αυτου ικανοτητα, και απεδημησεν ευθυς. |
16 πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε· | 16 Υπηγε δε ο λαβων τα πεντε ταλαντα και εργαζομενος δι' αυτων εκαμεν αλλα πεντε ταλαντα. |
17 ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο. | 17 Ωσαυτως και ο τα δυο εκερδησε και αυτος αλλα δυο. |
18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. | 18 Ο δε λαβων το εν υπηγε και εσκαψεν εις την γην και εκρυψε το αργυριον του κυριου αυτου. |
19 Μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν. | 19 Μετα δε καιρον πολυν ερχεται ο κυριος των δουλων εκεινων και θεωρει λογαριασμον μετ' αυτων. |
20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα. | 20 Και ελθων ο λαβων τα πεντε ταλαντα, προσεφερεν αλλα πεντε ταλαντα, λεγων? Κυριε, πεντε ταλαντα μοι παρεδωκας? ιδου, αλλα πεντε ταλαντα εκερδησα επ' αυτοις. |
21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. | 21 Και ειπε προς αυτον ο κυριος αυτου? Ευγε, δουλε αγαθε και πιστε? εις τα ολιγα εσταθης πιστος, επι πολλων θελω σε καταστησει? εισελθε εις την χαραν του κυριου σου. |
22 Προσελθὼν [δὲ] καὶ ὁ τὰ δύο τάλαντα εἶπεν· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα. | 22 Προσελθων δε και ο λαβων τα δυο ταλαντα ειπε? Κυριε, δυο ταλαντα μοι παρεδωκας? ιδου, αλλα δυο ταλαντα εκερδησα επ' αυτοις. |
23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. | 23 Ειπε προς αυτον ο κυριος αυτου? Ευγε, δουλε αγαθε και πιστε? εις τα ολιγα εσταθης πιστος, επι πολλων θελω σε καταστησει? εισελθε εις την χαραν του κυριου σου. |
24 Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας, | 24 Προσελθων δε και ο λαβων το εν ταλαντον, ειπε? Κυριε, σε εγνωρισα οτι εισαι σκληρος ανθρωπος, θεριζων οπου δεν εσπειρας και συναγων οθεν δεν διεσκορπισας? |
25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. | 25 και φοβηθεις υπηγα και εκρυψα το ταλαντον σου εν τη γη? ιδου, εχεις το σον. |
26 Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; | 26 Αποκριθεις δε ο κυριος αυτου, ειπε προς αυτον? Πονηρε δουλε και οκνηρε? ηξευρες οτι θεριζω οπου δεν εσπειρα και συναγω οθεν δεν διεσκορπισα? |
27 ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. | 27 επρεπε λοιπον να βαλης το αργυριον μου εις τους τραπεζιτας, και ελθων εγω ηθελον λαβει το εμον μετα τοκου. |
28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· | 28 Λαβετε λοιπον απ' αυτου το ταλαντον, και δοτε εις τον εχοντα τα δεκα ταλαντα. |
29 Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. | 29 Διοτι εις παντα τον εχοντα θελει δοθη και περισσευθη, απο δε του μη εχοντος και εκεινο το οποιον εχει θελει αφαιρεθη απ' αυτου. |
30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. | 30 Και τον αχρειον δουλον ριψατε εις το σκοτος το εξωτερον? εκει θελει εισθαι ο κλαυθμος και ο τριγμος των οδοντων. |
31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· | 31 Οταν δε ελθη ο ιος του ανθρωπου εν τη δοξη αυτου και παντες οι αγιοι αγγελοι μετ' αυτου, τοτε θελει καθησει επι του θρονου της δοξης αυτου, |
32 καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, | 32 και θελουσι συναχθη εμπροσθεν αυτου παντα τα εθνη, και θελει χωρισει αυτους απ' αλληλων, καθως ο ποιμην χωριζει τα προβατα απο των εριφιων, |
33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. | 33 και θελει στησει τα μεν προβατα εκ δεξιων αυτου, τα δε εριφια εξ αριστερων. |
34 Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. | 34 Τοτε ο Βασιλευς θελει ειπει προς τους εκ δεξιων αυτου? Ελθετε οι ευλογημενοι του Πατρος μου, κληρονομησατε την ητοιμασμενην εις εσας βασιλειαν απο καταβολης κοσμου. |
35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, | 35 Διοτι επεινασα, και μοι εδωκατε να φαγω, εδιψησα, και με εποτισατε, ξενος ημην, και με εφιλοξενησατε, |
36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. | 36 γυμνος, και με ενεδυσατε, ησθενησα, και με επεσκεφθητε, εν φυλακη ημην, και ηλθετε προς εμε. |
37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; | 37 Τοτε θελουσιν αποκριθη προς αυτον οι δικαιοι, λεγοντες? Κυριε, ποτε σε ειδομεν πεινωντα και εθρεψαμεν, η διψωντα και εποτισαμεν; |
38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; | 38 ποτε δε σε ειδομεν ξενον και εφιλοξενησαμεν, η γυμνον και ενεδυσαμεν; |
39 πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; | 39 ποτε δε σε ειδομεν ασθενη η εν φυλακη και ηλθομεν προς σε; |
40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. | 40 Και αποκριθεις ο Βασιλευς θελει ειπει προς αυτους? Αληθως σας λεγω, καθ' οσον εκαμετε εις ενα τουτων των αδελφων μου των ελαχιστων, εις εμε εκαμετε. |
41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ [οἱ] κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. | 41 Τοτε θελει ειπει και προς τους εξ αριστερων? Υπαγετε απ' εμου οι κατηραμενοι εις το πυρ το αιωνιον, το ητοιμασμενον δια τον διαβολον και τους αγγελους αυτου. |
42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, | 42 Διοτι επεινασα, και δεν μοι εδωκατε να φαγω, εδιψησα, και δεν με εποτισατε, |
43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. | 43 ξενος ημην, και δεν με εφιλοξενησατε, γυμνος, και δεν με ενεδυσατε, ασθενης και εν φυλακη, και δεν με επεσκεφθητε. |
44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; | 44 Τοτε θελουσιν αποκριθη προς αυτον και αυτοι, λεγοντες? Κυριε, ποτε σε ειδομεν πεινωντα η διψωντα η ξενον η γυμνον η ασθενη η εν φυλακη, και δεν σε υπηρετησαμεν; |
45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. | 45 Τοτε θελει αποκριθη προς αυτους, λεγων? Αληθως σας λεγω, καθ' οσον δεν εκαμετε εις ενα τουτων των ελαχιστων, ουδε εις εμε εκαμετε. |
46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. | 46 Και θελουσιν απελθει ουτοι μεν εις κολασιν αιωνιον, οι δε δικαιοι εις ζωην αιωνιον. |