Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 13


font
LXXGREEK BIBLE
1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·1 Εν εκεινη δε τη ημερα εξελθων ο Ιησους απο της οικιας εκαθητο πλησιον της θαλασσης?
2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.2 και συνηχθησαν προς αυτον οχλοι πολλοι, ωστε εμβας εις το πλοιον εκαθητο, και πας ο οχλος ιστατο επι τον αιγιαλον.
3 Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.3 Και ελαλησε προς αυτους πολλα δια παραβολων, λεγων? Ιδου, εξηλθεν ο σπειρων δια να σπειρη.
4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά.4 Και ενω εσπειρεν, αλλα μεν επεσον παρα την οδον, και ηλθον τα πετεινα και κατεφαγον αυτα?
5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·5 αλλα δε επεσον επι τα πετρωδη, οπου δεν ειχον γην πολλην, και ευθυς ανεφυησαν, επειδη δεν ειχον βαθος γης,
6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.6 και οτε ανετειλεν ο ηλιος εκαυματισθησαν και επειδη δεν ειχον ριζαν εξηρανθησαν?
7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά.7 αλλα δε επεσον επι τας ακανθας, και ανεβησαν αι ακανθαι και απεπνιξαν αυτα?
8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.8 αλλα δε επεσον επι την γην την καλην και εδιδον καρπον το μεν εκατον, το δε εξηκοντα, το δε τριακοντα.
9 ὁ ἔχων ὦτα ἀκουέτω.9 Ο εχων ωτα δια να ακουη, ας ακουη.
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;10 Και προσελθοντες οι μαθηται, ειπον προς αυτον? Δια τι λαλεις προς αυτους δια παραβολων;
11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.11 Ο δε αποκριθεις ειπε προς αυτους? Διοτι εις εσας εδοθη να γνωρισητε τα μυστηρια της βασιλειας των ουρανων, εις εκεινους ομως δεν εδοθη.
12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.12 Διοτι οστις εχει, ετι θελει δοθη εις αυτον και θελει περισσευθη? οστις ομως δεν εχει, και ο, τι εχει θελει αφαιρεθη απ' αυτου.
13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν,13 Δια τουτο λαλω προς αυτους δια παραβολων, διοτι βλεποντες δεν βλεπουσι και ακουοντες δεν ακουουσιν ουδε νοουσι.
14 καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα·
ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε,
καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
14 Και εκπληρουται επ' αυτων η προφητεια του Ησαιου η λεγουσα? Με την ακοην θελετε ακουσει και δεν θελετε εννοησει, και βλεποντες θελετε ιδει και δεν θελετε καταλαβει?
15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,
καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν,
μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς
καὶ τοῖς ὠσὶν ἀκούσωσιν
καὶ τῇ καρδίᾳ συνῶσιν
καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς.
15 διοτι επαχυνθη η καρδια του λαου τουτου, και με τα ωτα βαρεως ηκουσαν και τους οφθαλμους αυτων εκλεισαν μηποτε ιδωσι με τους οφθαλμους και ακουσωσι με τα ωτα και νοησωσι με την καρδιαν και επιστρεψωσι, και ιατρευσω αυτους.
16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.16 Υμων δε οι οφθαλμοι ειναι μακαριοι, διοτι βλεπουσι, και τα ωτα σας, διοτι ακουουσιν.
17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.17 Επειδη αληθως σας λεγω οτι πολλοι προφηται και δικαιοι επεθυμησαν να ιδωσιν οσα βλεπετε, και δεν ειδον, και να ακουσωσιν οσα ακουετε, και δεν ηκουσαν.
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.18 Σεις λοιπον ακουσατε την παραβολην του σπειροντος.
19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ, οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.19 Παντος ακουοντος τον λογον της βασιλειας και μη νοουντος, ερχεται ο πονηρος και αρπαζει το εσπαρμενον εν τη καρδια αυτου? ουτος ειναι ο σπαρθεις παρα την οδον.
20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν,20 Ο δε επι τα πετρωδη σπαρθεις, ουτος ειναι ο ακουων τον λογον και ευθυς μετα χαρας δεχομενος αυτον?
21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.21 δεν εχει ομως ριζαν εν εαυτω, αλλ' ειναι προσκαιρος, οταν δε γεινη θλιψις η διωγμος δια τον λογον, ευθυς σκανδαλιζεται.
22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται.22 Ο δε εις τας ακανθας σπαρθεις, ουτος ειναι ο ακουων τον λογον, επειτα η μεριμνα του αιωνος τουτου και η απατη του πλουτου συμπνιγει τον λογον, και γινεται ακαρπος.
23 ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.23 Ο δε σπαρθεις επι την γην την καλην, ουτος ειναι ο ακουων τον λογον και νοων? οστις και καρποφορει και καμνει ο μεν εκατον, ο δε εξηκοντα, ο δε τριακοντα.
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.24 Αλλην παραβολην παρεθηκεν εις αυτους, λεγων? Ωμοιωθη η βασιλεια των ουρανων με ανθρωπον, οστις εσπειρε καλον σπορον εν τω αγρω αυτου?
25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.25 αλλ' ενω εκοιμωντο οι ανθρωποι, ηλθεν ο εχθρος αυτου και εσπειρε ζιζανια ανα μεσον του σιτου και ανεχωρησεν.
26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.26 Οτε δε εβλαστησεν ο χορτος και εκαμε καρπον, τοτε εφανησαν και τα ζιζανια.
27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;27 Προσελθοντες δε οι δουλοι του οικοδεσποτου ειπον προς αυτον? Κυριε, καλον σπορον δεν εσπειρας εν τω αγρω σου; ποθεν λοιπον εχει τα ζιζανια;
28 ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;28 Ο δε ειπε προς αυτους? Εχθρος ανθρωπος εκαμε τουτο? οι δε δουλοι ειπον προς αυτον? Θελεις λοιπον να υπαγωμεν και να συλλεξωμεν αυτα;
29 ὁ δέ φησιν· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.29 Ο δε ειπεν? Ουχι, μηποτε συλλεγοντες τα ζιζανια εκριζωσητε μετ' αυτων τον σιτον?
30 ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.30 αφησατε να συναυξανωσιν αμφοτερα μεχρι του θερισμου, και εν τω καιρω του θερισμου θελω ειπει προς τους θεριστας? Συλλεξατε πρωτον τα ζιζανια και δεσατε αυτα εις δεσμας δια να κατακαυσητε αυτα, τον δε σιτον συναξατε εις την αποθηκην μου.
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·31 Αλλην παραβολην παρεθηκεν εις αυτους, λεγων? Ομοια ειναι η βασιλεια των ουρανων με κοκκον σιναπεως, τον οποιον λαβων ανθρωπος εσπειρεν εν τω αγρω αυτου?
32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.32 το οποιον ειναι μεν μικροτερον παντων των σπερματων, οταν ομως αυξηθη ειναι μεγαλητερον των λαχανων και γινεται δενδρον, ωστε ερχονται τα πετεινα του ουρανου και κατασκηνουσιν εν τοις κλαδοις αυτου.
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.33 Αλλην παραβολην ειπε προς αυτους? Ομοια ειναι η βασιλεια των ουρανων με προζυμιον, το οποιον λαβουσα γυνη ενεκρυψεν εις τρια μετρα αλευρου, εωσου εγεινεν ολον ενζυμον.
34 ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς,34 Ταυτα παντα ελαλησεν ο Ιησους δια παραβολων προς τους οχλους και χωρις παραβολης δεν ελαλει προς αυτους,
35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου,
ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς [κόσμου].
35 δια να πληρωθη το ρηθεν δια του προφητου, λεγοντος? Θελω ανοιξει εν παραβολαις το στομα μου, θελω απαγγειλει πραγματα κεκρυμμενα απο καταβολης κοσμου.
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.36 Τοτε αφησας τους οχλους ηλθεν εις την οικιαν ο Ιησους. Και προσηλθον προς αυτον οι μαθηται αυτου, λεγοντες? Εξηγησον εις ημας την παραβολην των ζιζανιων του αγρου.
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου,37 Ο δε αποκριθεις ειπε προς αυτους? Ο σπειρων τον καλον σπορον ειναι ο Υιος του ανθρωπου?
38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος, τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ,38 ο δε αγρος ειναι ο κοσμος? ο δε καλος σπορος, ουτοι ειναι οι υιοι της βασιλειας? τα δε ζιζανια ειναι οι υιοι του πονηρου?
39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος, ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.39 ο δε εχθρος, οστις εσπειρεν αυτα, ειναι ο διαβολος? ο δε θερισμος ειναι η συντελεια του αιωνος? οι δε θερισται ειναι οι αγγελοι.
40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ [κατα]καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος·40 Καθως λοιπον συλλεγονται τα ζιζανια και κατακαιονται εν πυρι, ουτω θελει εισθαι εν τη συντελεια του αιωνος τουτου.
41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν41 Θελει αποστειλει ο Υιος του ανθρωπου τους αγγελους αυτου, και θελουσι συλλεξει εκ της βασιλειας αυτου παντα τα σκανδαλα και τους πραττοντας την ανομιαν,
42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.42 και θελουσι ριψει αυτους εις την καμινον του πυρος? εκει θελει εισθαι ο κλαυθμος και ο τριγμος των οδοντων.
43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω.43 Τοτε οι δικαιοι θελουσιν εκλαμψει ως ο ηλιος εν τη βασιλεια του Πατρος αυτων. Ο εχων ωτα δια να ακουη ας ακουη.
44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.44 Παλιν ομοια ειναι η βασιλεια των ουρανων με θησαυρον κεκρυμμενον εν τω αγρω, τον οποιον ευρων ανθρωπος εκρυψε, και απο της χαρας αυτου υπαγει και πωλει παντα οσα εχει και αγοραζει τον αγρον εκεινον.
45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·45 Παλιν ομοια ειναι η βασιλεια των ουρανων με ανθρωπον εμπορον ζητουντα καλους μαργαριτας?
46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.46 οστις ευρων ενα πολυτιμον μαργαριτην, υπηγε και επωλησε παντα οσα ειχε και ηγορασεν αυτον.
47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·47 Παλιν ομοια ειναι η βασιλεια των ουρανων με δικτυον, το οποιον ερριφθη εις την θαλασσαν και συνηγαγεν απο παντος ειδους?
48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.48 το οποιον, αφου εγεμισθη, ανεβιβασαν επι τον αιγιαλον και καθησαντες συνελεξαν τα καλα εις αγγεια, τα δε αχρεια ερριψαν εξω.
49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων49 Ουτω θελει εισθαι εν τη συντελεια του αιωνος. Θελουσιν εξελθει οι αγγελοι και θελουσιν αποχωρισει τους πονηρους εκ μεσου των δικαιων,
50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.50 και θελουσι ριψει αυτους εις την καμινον του πυρος? εκει θελει εισθαι ο κλαυθμος και ο τριγμος των οδοντων.
51 Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· ναί.51 Λεγει προς αυτους ο Ιησους? Ενοησατε ταυτα παντα; Λεγουσι προς αυτον? Ναι, Κυριε.
52 ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.52 Ο δε ειπε προς αυτους? Δια τουτο πας γραμματευς, μαθητευθεις εις τα περι της βασιλειας των ουρανων, ειναι ομοιος με ανθρωπον οικοδεσποτην, οστις εκβαλλει εκ του θησαυρου αυτου νεα και παλαια.
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.53 Και αφου ετελειωσεν ο Ιησους τας παραβολας ταυτας, ανεχωρησεν εκειθεν,
54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;54 και ελθων εις την πατριδα αυτου, εδιδασκεν αυτους εν τη συναγωγη αυτων, ωστε εξεπληττοντο και ελεγον? Ποθεν εις τουτον η σοφια αυτη και αι δυναμεις;
55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;55 δεν ειναι ουτος ο υιος του τεκτονος; η μητηρ αυτου δεν λεγεται Μαριαμ, και οι αδελφοι αυτου Ιακωβος και Ιωσης και Σιμων και Ιουδας;
56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;56 και αι αδελφαι αυτου δεν ειναι πασαι παρ' ημιν; ποθεν λοιπον εις τουτον ταυτα παντα;
57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.57 Και εσκανδαλιζοντο εν αυτω. Ο δε Ιησους ειπε προς αυτους? Δεν ειναι προφητης ανευ τιμης ειμη εν τη πατριδι αυτου και εν τη οικια αυτου.
58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.58 Και δεν εκαμεν εκει πολλα θαυματα δια την απιστιαν αυτων.