Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Lettera ai Galati - Galatians 1


font
GREEK BIBLELXX
1 Παυλος αποστολος ουχι απο ανθρωπων, ουδε δι' ανθρωπου, αλλα δια Ιησου Χριστου και Θεου Πατρος του αναστησαντος αυτον εκ νεκρων,1 Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
2 και παντες οι μετ' εμου αδελφοι, προς τας εκκλησιας της Γαλατιας?2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ ταῖς ἐκκλησίαις τῆς Γαλατίας,
3 χαρις ειη υμιν και ειρηνη απο Θεου Πατρος και Κυριου ημων Ιησου Χριστου,3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
4 οστις εδωκεν εαυτον δια τας αμαρτιας ημων, δια να ελευθερωση ημας εκ του παροντος πονηρου αιωνος κατα το θελημα του Θεου και Πατρος ημων,4 τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
5 εις τον οποιον εστω η δοξα εις τους αιωνας των αιωνων? αμην.5 ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
6 Θαυμαζω οτι τοσον ταχεως μεταφερεσθε απο εκεινου, οστις σας εκαλεσε δια της χαριτος του Χριστου, εις αλλο ευαγγελιον,6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι [Χριστοῦ] εἰς ἕτερον εὐαγγέλιον,
7 το οποιον δεν ειναι αλλο, αλλ' υπαρχουσι τινες, οι οποιοι σας ταραττουσι και θελουσι να μετατρεψωσι το ευαγγελιον του Χριστου.7 ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
8 Αλλα και εαν ημεις η αγγελος εξ ουρανου σας κηρυττη αλλο ευαγγελιον παρα εκεινο, το οποιον σας εκηρυξαμεν, ας ηναι αναθεμα.8 ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται [ὑμῖν] παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
9 Καθως προειπομεν, και τωρα παλιν λεγω? Εαν τις σας κηρυττη αλλο ευαγγελιον παρα εκεινο, το οποιον παρελαβετε, ας ηναι αναθεμα.9 ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
10 Διοτι τωρα ανθρωπους πειθω η τον Θεον; η ζητω να αρεσκω εις ανθρωπους; διοτι εαν ακομη ηρεσκον εις ανθρωπους, δεν ηθελον εισθαι δουλος Χριστου.10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
11 Αλλα σας γνωστοποιω, αδελφοι, οτι το ευαγγελιον το κηρυχθεν υπ' εμου δεν ειναι ανθρωπινον?11 Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον·
12 διοτι ουδ' εγω παρελαβον αυτο παρα ανθρωπου ουτε εδιδαχθην, αλλα δι' αποκαλυψεως Ιησου Χριστου.12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
13 Διοτι ηκουσατε την ποτε διαγωγην μου εν τω Ιουδαισμω, οτι καθ' υπερβολην εδιωκον την εκκλησιαν του Θεου και εκακοποιουν αυτην,13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν,
14 και προεκοπτον εις τον Ιουδαισμον υπερ πολλους συνηλικιωτας εν τω γενει μου, περισσοτερον ζηλωτης υπαρχων των πατρικων μου παραδοσεων.14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
15 Οτε δε ηυδοκησεν ο Θεος, ο προσδιορισας με εκ κοιλιας μητρος μου και καλεσας δια της χαριτος αυτου,15 Ὅτε δὲ εὐδόκησεν [ὁ θεὸς] ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ
16 να αποκαλυψη τον Υιον αυτου εν εμοι, δια να κηρυττω αυτον μεταξυ των εθνων, ευθυς δεν συνεβουλευθην σαρκα και αιμα,16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι
17 ουδε ανεβην εις Ιεροσολυμα προς τους προ εμου αποστολους, αλλ' απηλθον εις Αραβιαν και παλιν υπεστρεψα εις Δαμασκον.17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλ’ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
18 Επειτα μετα ετη τρια ανεβην εις Ιεροσολυμα, δια να γνωρισω προσωπικως τον Πετρον, και εμεινα παρ' αυτω ημερας δεκαπεντε?18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε,
19 αλλον δε των αποστολων δεν ειδον, ειμη Ιακωβον τον αδελφον του Κυριου.19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.
20 Οσα δε σας γραφω, ιδου, ενωπιον του Θεου ομολογω οτι δεν ψευδομαι.20 ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.
21 Επειτα ηλθον εις τους τοπους της Συριας και της Κιλικιας.21 Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας·
22 Και ημην προσωπικως αγνοουμενος εις τας εκκλησιας της Ιουδαιας τας εν Χριστω?22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ.
23 ηκουον δε μονον οτι ο ποτε διωκων ημας, τωρα κηρυττει την πιστιν, την οποιαν ποτε κατεπολεμει,23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει,
24 και εδοξαζον τον Θεον δι' εμε.24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.