Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Lettera ai Romani - Romans 9


font
GREEK BIBLELXX
1 Αληθειαν λεγω εν Χριστω, δεν ψευδομαι, εχων συμμαρτυρουσαν με εμε την συνειδησιν μου εν Πνευματι Αγιω,1 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ,
2 οτι εχω λυπην μεγαλην και αδιαλειπτον οδυνην εν τη καρδια μου.2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.
3 Διοτι ηυχομην αυτος εγω να ημαι αναθεμα απο του Χριστου υπερ των αδελφων μου, των κατα σαρκα συγγενων μου,3 ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,
4 οιτινες ειναι Ισραηλιται, των οποιων ειναι η υιοθεσια και η δοξα και αι διαθηκαι και η νομοθεσια και η λατρεια και αι επαγγελιαι,4 οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,
5 των οποιων ειναι οι πατερες, και εκ των οποιων εγεννηθη ο Χριστος το κατα σαρκα, ο ων επι παντων Θεος ευλογητος εις τους αιωνας? αμην.5 ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
6 Αλλα δεν ειναι δυνατον οτι εξεπεσεν ο λογος του Θεου. Διοτι παντες οι εκ του Ισραηλ δεν ειναι ουτοι Ισραηλ,6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ·
7 ουδε διοτι ειναι σπερμα του Αβρααμ, δια τουτο ειναι παντες τεκνα, αλλ' Εν τω Ισαακ θελει κληθη εις σε σπερμα.7 οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραὰμ πάντες τέκνα, ἀλλ’· ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
8 Τουτεστι, τα τεκνα της σαρκος ταυτα δεν ειναι τεκνα Θεου, αλλα τα τεκνα της επαγγελιας λογιζονται δια σπερμα.8 τοῦτ’ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.
9 Διοτι ο λογος της επαγγελιας ειναι ουτος? Κατα τον καιρον τουτον θελω ελθει και η Σαρρα θελει εχει υιον.9 ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
10 Και ουχι μονον τουτο, αλλα και η Ρεβεκκα, οτε συνελαβε δυο εξ ενος ανδρος, Ισαακ του πατρος ημων?10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν·
11 διοτι πριν ετι γεννηθωσι τα παιδια, και πριν πραξωσι τι αγαθον η κακον, δια να μενη ο κατ' εκλογην προορισμος του Θεου, ουχι εκ των εργων, αλλ' εκ του καλουντος,11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ,
12 ερρεθη προς αυτην οτι ο μεγαλητερος θελει δουλευσει εις τον μικροτερον,12 οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι,
13 καθως ειναι γεγραμμενον? Τον Ιακωβ ηγαπησα, τον δε Ησαυ εμισησα.13 καθὼς γέγραπται· τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.
14 Τι λοιπον θελομεν ειπει; Μηπως ειναι αδικια εις τον Θεον; μη γενοιτο.14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο.
15 Διοτι προς τον Μωυσην λεγει? θελω ελεησει οντινα ελεω, και θελω οικτειρησει οντινα οικτειρω.15 τῷ Μωϋσεῖ γὰρ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
16 Αρα λοιπον δεν ειναι του θελοντος ουδε του τρεχοντος, αλλα του ελεουντος Θεου.16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.
17 Διοτι η γραφη λεγει προς τον Φαραω οτι δι' αυτο τουτο σε εξηγειρα, δια να δειξω εν σοι την δυναμιν μου, και δια να διαγγελθη το ονομα μου εν παση τη γη.17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
18 Αρα λοιπον οντινα θελει ελεει και οντινα θελει σκληρυνει.18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
19 Θελεις λοιπον μοι ειπει? Δια τι πλεον μεμφεται; εις το θελημα αυτου τις εναντιουται;19 Ἐρεῖς μοι οὖν· τί [οὖν] ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;
20 Αλλα μαλιστα συ, ω ανθρωπε, τις εισαι, οστις ανταποκρινεσαι προς τον Θεον; Μηπως το πλασμα θελει ειπει προς τον πλασαντα, Δια τι με εκαμες ουτως;20 ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως;
21 Η δεν εχει εξουσιαν ο κεραμευς του πηλου, απο του αυτου μιγματος να καμη αλλο μεν σκευος εις τιμην, αλλο δε εις ατιμιαν;21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν;
22 Τι δε, αν ο Θεος, θελων να δειξη την οργην αυτου και να καμη γνωστην την δυναμιν αυτου, υπεφερε μετα πολλης μακροθυμιας σκευη οργης κατεσκευασμενα εις απωλειαν,22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,
23 και δια να γνωστοποιηση τον πλουτον της δοξης αυτου επι σκευη ελεους, τα οποια προητοιμασεν εις δοξαν,23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν;
24 ημας τους οποιους εκαλεσεν ουχι μονον εκ των Ιουδαιων αλλα και εκ των εθνων;24 Οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν,
25 Καθως και εν τω Ωσηε λεγει? Θελω καλεσει λαον μου τον ου λαον μου, και ηγαπημενην την ουκ ηγαπημενην?25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει·
καλέσω τὸν οὐ λαόν μου λαόν μου
καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·
26 και εν τω τοπω, οπου ερρεθη προς αυτους, δεν εισθε λαος μου, εκει θελουσι καλεσθη υιοι Θεου ζωντος.26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς·
οὐ λαός μου ὑμεῖς,
ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.
27 Ο δε Ησαιας κραζει υπερ του Ισραηλ? Αν και ο αριθμος των υιων Ισραηλ ηναι ως η αμμος της θαλασσης, το υπολοιπον αυτων θελει σωθη?27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ·
ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης,
τὸ ὑπόλειμμα σωθήσεται·
28 διοτι θελει τελειωσει και συντεμει λογαριασμον μετα δικαιοσυνης, επειδη συντετμημενον λογαριασμον θελει καμει ο Κυριος επι της γης.28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς.
29 Και καθως προειπεν ο Ησαιας? Εαν ο Κυριος Σαβαωθ δεν ηθελεν αφησει εις ημας σπερμα, ως τα Σοδομα ηθελομεν γεινει και με τα Γομορρα ηθελομεν ομοιωθη.29 καὶ καθὼς προείρηκεν Ἠσαΐας·
εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
30 Τι λοιπον θελομεν ειπει; Οτι τα εθνη τα μη ζητουντα δικαιοσυνην εφθασαν εις δικαιοσυνην, δικαιοσυνην δε την εκ πιστεως,30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως,
31 ο δε Ισραηλ ζητων νομον δικαιοσυνης, εις νομον δικαιοσυνης δεν εφθασε.31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.
32 Δια τι; Επειδη δεν εζητει αυτην εκ πιστεως, αλλ' ως εκ των εργων του νομου? διοτι προσεκοψαν εις τον λιθον του προσκομματος,32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ἔργων· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,
33 καθως ειναι γεγραμμενον? Ιδου, θετω εν Σιων λιθον προσκομματος και πετραν σκανδαλου, και πας ο πιστευων επ' αυτον δεν θελει καταισχυνθη.33 καθὼς γέγραπται·
ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου,
καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.