Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Atti degli Apostoli - Acts 22


font
GREEK BIBLELXX
1 Ανδρες αδελφοι και πατερες, ακουσατε με απολογουμενον τωρα προς εσας.1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
2 Ακουσαντες δε οτι ελαλει προς αυτους εις την Εβραικην διαλεκτον, εδειξαν περισσοτεραν ησυχιαν. Και ειπεν?2 ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν·
3 Εγω μεν ειμαι ανθρωπος Ιουδαιος, γεγεννημενος εν Ταρσω της Κιλικιας, ανατεθραμμενος δε εν τη πολει ταυτη παρα τους ποδας του Γαμαλιηλ, πεπαιδευμενος κατα την ακριβειαν του πατροπαραδοτου νομου, ζηλωτης ων του Θεου, καθως παντες σεις εισθε σημερον?3 ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιὴλ πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον·
4 οστις κατετρεξα μεχρι θανατου ταυτην την οδον, δεσμευων και παραδιδων εις φυλακας ανδρας τε και γυναικας,4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5 καθως και ο αρχιερευς μαρτυρει εις εμε και ολον το πρεσβυτεριον? παρα των οποιων και επιστολας λαβων προς τους αδελφους, επορευομην εις Δαμασκον δια να φερω δεδεμενους εις Ιερουσαλημ και τους εκει οντας, δια να τιμωρηθωσιν.5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον, παρ’ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
6 Ενω δε οδοιπορων επλησιαζον εις την Δαμασκον, περι την μεσημβριαν εξαιφνης εστραψε περι εμε φως πολυ εκ του ουρανου,6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
7 και επεσον εις το εδαφος και ηκουσα φωνην λεγουσαν προς εμε? Σαουλ, Σαουλ, τι με διωκεις;7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
8 Εγω δε απεκριθην? Τις εισαι, Κυριε; Και ειπε προς εμε? Εγω ειμαι Ιησους ο Ναζωραιος, τον οποιον συ διωκεις.8 ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, κύριε; εἶπέν τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις.
9 Οι οντες δε μετ' εμου το μεν φως ειδον και κατεφοβηθησαν, την φωνην ομως του λαλουντος προς εμε δεν ηκουσαν.9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
10 Και ειπον? Τι να καμω, Κυριε; Και ο Κυριος ειπε προς εμε? Σηκωθεις υπαγε εις Δαμασκον, και εκει θελει σοι λαληθη περι παντων οσα ειναι διωρισμενα να καμης.10 εἶπον δέ· τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκὸν κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11 Και επειδη εκ της λαμπροτητος του φωτος εκεινου δεν εβλεπον, χειραγωγουμενος υπο των οντων μετ' εμου ηλθον εις Δαμασκον.11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
12 Ανανιας δε τις, ανθρωπος ευσεβης κατα τον νομον, μαρτυρουμενος υπο παντων των εκει κατοικουντων Ιουδαιων,12 Ἁνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
13 ηλθε προς εμε και σταθεις επανω μου μοι, ειπε? Σαουλ αδελφε, αναβλεψον. Και εγω τη αυτη ωρα ανεβλεψα εις αυτον.13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
14 Ο δε ειπεν? Ο Θεος των πατερων ημων σε διωρισε να γνωρισης το θελημα αυτου και να ιδης τον δικαιον και να ακουσης φωνην εκ του στοματος αυτου,14 ὁ δὲ εἶπεν· ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15 διοτι θελεις εισθαι μαρτυς περι αυτου προς παντας τους ανθρωπους των οσα ειδες και ηκουσας.15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
16 Και τωρα τι βραδυνεις; σηκωθεις βαπτισθητι και απολουσθητι απο των αμαρτιων σου, επικαλεσθεις το ονομα του Κυριου.16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.
17 Αφου δε υπεστρεψα εις Ιερουσαλημ, ενω προσηυχομην εν τω ιερω, ηλθον εις εκστασιν17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
18 και ειδον αυτον λεγοντα προς εμε? Σπευσον και εξελθε ταχεως εξ Ιερουσαλημ, διοτι δεν θελουσι παραδεχθη την περι εμου μαρτυριαν σου.18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.
19 Και εγω ειπον? Κυριε, αυτοι εξευρουσιν οτι εγω εφυλακιζον και εδερον εν ταις συναγωγαις τους πιστευοντας εις σε?19 κἀγὼ εἶπον· κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ,
20 και οτε εχυνετο το αιμα Στεφανου του μαρτυρος σου, και εγω ημην παρων και συνεφωνουν εις τον φονον αυτου και εφυλαττον τα ιματια των φονευοντων αυτον.20 καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
21 Και ειπε προς εμε? Υπαγε, διοτι εγω θελω σε εξαποστειλει εις εθνη μακραν.21 καὶ εἶπεν πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 Και μεχρι τουτου του λογου ηκουον αυτον? τοτε δε υψωσαν την φωνην αυτων, λεγοντες? Σηκωσον απο της γης τον τοιουτον? διοτι δεν πρεπει να ζη.22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
23 Και επειδη αυτοι εκραυγαζον και ετιναζον τα ιματια και ερριπτον κονιορτον εις τον αερα,23 κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
24 ο χιλιαρχος προσεταξε να φερθη εις το φρουριον, παραγγειλας να εξετασθη δια μαστιγων, δια να γνωριση δια ποιαν αιτιαν εφωναζον ουτω κατ' αυτου.24 ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
25 Και καθως εξηπλωσεν αυτον δεδεμενον με τα λωρια, ο Παυλος ειπε προς τον παρεστωτα εκατονταρχον? Ειναι ταχα νομιμον εις εσας ανθρωπον Ρωμαιον και ακατακριτον να μαστιγονητε;25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
26 Ακουσας δε ο εκατονταρχος, υπηγε και απηγγειλε προς τον χιλιαρχον, λεγων? Βλεπε τι μελλεις να καμης? διοτι ο ανθρωπος ουτος ειναι Ρωμαιος.26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων· τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
27 Προσελθων δε ο χιλιαρχος, ειπε προς αυτον? Λεγε μοι, συ Ρωμαιος εισαι; Ο δε ειπε? Ναι.27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· λέγε μοι, σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη· ναί.
28 Και απεκριθη ο χιλιαρχος? Εγω δια πολλων χρηματων απεκτησα ταυτην την πολιτογραφησιν. Ο δε Παυλος ειπεν? Αλλ' εγω και εγεννηθην Ρωμαιος.28 ἀπεκρίθη δὲ ὁ χιλίαρχος· ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· ἐγὼ δὲ καὶ γεγέννημαι.
29 Ευθυς λοιπον απεσυρθησαν απ' αυτου οι μελλοντες να βασανισωσιν αυτον. Και ο χιλιαρχος ετι εφοβηθη γνωρισας οτι ειναι Ρωμαιος, και διοτι ειχε δεσει αυτον.29 εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν, καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς.
30 Τη δε επαυριον θελων να μαθη το βεβαιον, περι τινος κατηγορειται παρα των Ιουδαιων, ελυσεν αυτον απο των δεσμων, και προσεταξε να ελθωσιν οι αρχιερεις και ολον το συνεδριον αυτων και καταβιβασας τον Παυλον, εστησεν εμπροσθεν αυτων.30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.