Scrutatio

Venerdi, 10 maggio 2024 - San Giobbe ( Letture di oggi)

Atti degli Apostoli - Acts 11


font
GREEK BIBLELXX
1 Ηκουσαν δε οι αποστολοι και οι αδελφοι οι οντες εν τη Ιουδαια οτι και τα εθνη εδεχθησαν τον λογον του Θεου.1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
2 Και οτε ανεβη ο Πετρος εις Ιεροσολυμα, εφιλονεικουν μετ' αυτου οι εκ περιτομης,2 Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
3 λεγοντες οτι Εισηλθες προς ανθρωπους απεριτμητους και συνεφαγες μετ' αυτων.3 λέγοντες ὅτι εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς.
4 Ο δε Πετρος ηρχισε και εξεθετε προς αυτους τα γενομενα κατα σειραν, λεγων?4 Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
5 Εγω ημην προσευχομενος εν τη πολει Ιοππη, και ειδον οραμα εν εκστασει, σκευος τι καταβαινον ως σινδονα μεγαλην, ητις δεδεμενη απο των τεσσαρων ακρων κατεβιβαζετο εκ του ουρανου και ηλθε μεχρις εμου?5 ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ.
6 εις την οποιαν ατενισας παρετηρουν και ειδον τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου.6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
7 Και ηκουσα φωνην λεγουσαν προς εμε? Σηκωθεις, Πετρε, σφαξον και φαγε.7 ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
8 Και ειπον? Μη γενοιτο, Κυριε, διοτι ουδεν βεβηλον η ακαθαρτον εισηλθε ποτε εις το στομα μου.8 εἶπον δέ· μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
9 Και η φωνη μοι απεκριθη εκ δευτερου εκ του ουρανου? Οσα ο Θεος εκαθαρισε, συ μη λεγε βεβηλα.9 ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.
10 Εγεινε δε τουτο τρις, και παλιν ανεσυρθησαν απαντα εις τον ουρανον.10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
11 Και ιδου, τη αυτη ωρα τρεις ανθρωποι εφθασαν εις την οικιαν, εν η ημην, απεσταλμενοι προς εμε απο Καισαρειας.11 Καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
12 Ειπε δε προς εμε το Πνευμα να υπαγω μετ' αυτων, μηδολως δισταζων. Ηλθον δε μετ' εμου και οι εξ ουτοι αδελφοι, και εισηλθομεν εις τον οικον του ανθρωπου,12 εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
13 και απηγγειλε προς ημας πως ειδε τον αγγελον εν τω οικω αυτου, οτι εσταθη και ειπε προς αυτον? Αποστειλον ανθρωπους εις Ιοππην και προσκαλεσον τον Σιμωνα τον επονομαζομενον Πετρον,13 ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν [τὸν] ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα· ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
14 οστις θελει λαλησει προς σε λογους, δι' ων θελεις σωθη συ και πας ο οικος σου.14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
15 Και ενω ηρχισα να λαλω, το Πνευμα το Αγιον επηλθεν επ' αυτους καθως και εφ' ημας κατ' αρχας.15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ.
16 Τοτε ενεθυμηθην τον λογον του Κυριου, οτι ελεγεν? Ιωαννης μεν εβαπτισεν εν υδατι, σεις ομως θελετε βαπτισθη εν Πνευματι Αγιω.16 ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
17 Εαν λοιπον ο Θεος εδωκεν εις αυτους την ισην δωρεαν ως και εις ημας, διοτι επιστευσαν εις τον Κυριον Ιησουν Χριστον, εγω τις ημην ωστε να δυνηθω να εμποδισω τον Θεον;17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
18 Ακουσαντες δε ταυτα ησυχασαν και εδοξαζον τον Θεον, λεγοντες? Και εις τα εθνη λοιπον εδωκεν ο Θεος την μετανοιαν εις ζωην.18 Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες· ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
19 Οι μεν λοιπον διασκορπισθεντες εκ του διωγμου του γενομενου δια τον Στεφανον, επερασαν εως Φοινικης και Κυπρου και Αντιοχειας, εις μηδενα κηρυττοντες τον λογον, ειμη μονον εις Ιουδαιους.19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
20 Ησαν δε τινες εξ αυτων ανδρες Κυπριοι και Κυρηναιοι, οιτινες εισελθοντες εις Αντιοχειαν, ελαλουν προς τους Ελληνιστας, ευαγγελιζομενοι τον Κυριον Ιησουν.20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστὰς εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
21 Και ητο χειρ Κυριου μετ' αυτων, και πολυ πληθος πιστευσαντες επεστρεψαν εις τον Κυριον.21 καὶ ἦν χεὶρ κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
22 Ηκουσθη δε ο λογος περι αυτων εις τα ωτα της εκκλησιας της εν Ιεροσολυμοις, και εξαπεστειλαν τον Βαρναβαν, δια να περαση εως Αντιοχειας?22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν καὶ ἐξαπέστειλαν Βαρναβᾶν [διελθεῖν] ἕως Ἀντιοχείας.
23 οστις ελθων και ιδων την χαριν του Θεου, εχαρη και παρεκινει παντας να εμμενωσιν εν σταθεροτητι καρδιας εις τον Κυριον,23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν [τὴν] τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ,
24 επειδη ητο ανηρ αγαθος και πληρης Πνευματος Αγιου και πιστεως? και προσετεθη εις τον Κυριον πληθος ικανον.24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
25 Τοτε εξηλθεν εις Ταρσον ο Βαρναβας, δια να αναζητηση τον Σαυλον,25 Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
26 και ευρων αυτον, εφερεν αυτον εις Αντιοχειαν. Και συνελθοντες εις την εκκλησιαν εν ολοκληρον ετος εδιδαξαν πληθος ικανον, και πρωτον εν Αντιοχεια ωνομασθησαν οι μαθηται Χριστιανοι.26 καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27 Εν εκειναις δε ταις ημεραις κατεβησαν απο Ιεροσολυμων προφηται εις Αντιοχειαν?27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
28 σηκωθεις δε εις εξ αυτων ονοματι Αγαβος, εφανερωσε δια του Πνευματος οτι εμελλε να γεινη μεγαλη πεινα καθ' ολην την οικουμενην? ητις και εγεινεν επι Κλαυδιου Καισαρος.28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην, ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
29 Οθεν οι μαθηται απεφασισαν, εκαστος αυτων κατα την εαυτου καταστασιν, να πεμψωσι βοηθειαν προς τους αδελφους τους κατοικουντας εν τη Ιουδαια?29 τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
30 το οποιον και εκαμον αποστειλαντες αυτην προς τους πρεσβυτερους δια χειρος Βαρναβα και Σαυλου.30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.