Vangelo secondo Luca - Luke 20
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | LXX |
---|---|
1 Και εν μια των ημερων εκεινων, ενω αυτος εδιδασκε τον λαον εν τω ιερω, και ευηγγελιζετο, ηλθον εξαιφνης οι αρχιερεις και οι γραμματεις μετα των πρεσβυτερων | 1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις |
2 και ειπον προς αυτον, λεγοντες? Ειπε προς ημας εν ποια εξουσια πραττεις ταυτα, η τις ειναι οστις σοι εδωκε την εξουσιαν ταυτην; | 2 καὶ εἶπαν λέγοντες πρὸς αὐτόν· εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; |
3 Αποκριθεις δε ειπε προς αυτους? Θελω σας ερωτησει και εγω ενα λογον, και ειπατε μοι? | 3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι· |
4 το βαπτισμα του Ιωαννου εξ ουρανου ητο η εξ ανθρωπων; | 4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; |
5 Οι δε εσυλλογισθησαν καθ' εαυτους λεγοντες, οτι Εαν ειπωμεν, Εξ ουρανου, θελει ειπει, Δια τι λοιπον δεν επιστευσατε εις αυτον; | 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; |
6 Εαν δε ειπωμεν, Εξ ανθρωπων, πας ο λαος θελει μας λιθοβολησει? επειδη ειναι πεπεισμενοι οτι ο Ιωαννης ειναι προφητης. | 6 ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. |
7 Και απεκριθησαν οτι δεν εξευρουσι ποθεν ητο. | 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. |
8 Και ο Ιησους ειπε προς αυτους? Ουδε εγω σας λεγω εν ποια εξουσια πραττω ταυτα. | 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. |
9 Ηρχισε δε να λεγη προς τον λαον την παραβολην ταυτην? Ανθρωπος τις εφυτευσεν αμπελωνα, και εμισθωσεν αυτον εις γεωργους, και απεδημησε πολυν καιρον. | 9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός [τις] ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. |
10 Και εν τω καιρω των καρπων απεστειλε προς τους γεωργους δουλον δια να δωσωσιν εις αυτον απο του καρπου του αμπελωνος? οι γεωργοι ομως δειραντες αυτον εξαπεστειλαν κενον? | 10 καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν. |
11 Και παλιν επεμψεν αλλον δουλον. Πλην αυτοι δειραντες και εκεινον και ατιμασαντες εξαπεστειλαν κενον. | 11 καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. |
12 Και παλιν επεμψε τριτον. Αλλ' εκεινοι και τουτον πληγωσαντες απεδιωξαν. | 12 καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. |
13 Ειπε δε ο κυριος του αμπελωνος? Τι να καμω; ας πεμψω τον υιον μου τον αγαπητον? ισως ιδοντες τουτον θελουσιν εντραπει. | 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται. |
14 Πλην ιδοντες αυτον οι γεωργοι, διελογιζοντο καθ' εαυτους λεγοντες? Ουτος ειναι ο κληρονομος? ελθετε ας φονευσωμεν αυτον, δια να γεινη ημων η κληρονομια. | 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. |
15 Και εκβαλοντες αυτον εξω του αμπελωνος, εφονευσαν? Τι λοιπον θελει καμει εις αυτους ο κυριος του αμπελωνος; | 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; |
16 Θελει ελθει και απολεσει τους γεωργους τουτους, και θελει δωσει τον αμπελωνα εις αλλους. Ακουσαντες δε ειπον? Μη γενοιτο. | 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· μὴ γένοιτο. |
17 Ο δε εμβλεψας εις αυτους ειπε? Τι λοιπον ειναι τουτο το γεγραμμενον, Ο λιθος, τον οποιον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγεινε κεφαλη γωνιας; | 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; |
18 Πας οστις πεση επι τον λιθον εκεινον θελει συντριφθη? εις οντινα δε επιπεση, θελει κατασυντριψει αυτον. | 18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν. |
19 Και εζητησαν οι αρχιερεις και οι γραμματεις να βαλωσιν επ' αυτον τας χειρας εν αυτη τη ωρα, πλην εφοβηθησαν τον λαον? διοτι ηνοησαν οτι προς αυτους ειπε την παραβολην ταυτην. | 19 Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην. |
20 Και παραφυλαξαντες απεστειλαν ενεδρευτας, υποκρινομενους οτι ειναι δικαιοι, επι σκοπω να πιασωσιν αυτον απο λογου, δια να παραδωσωσιν αυτον εις την αρχην και εις την εξουσιαν του ηγεμονος. | 20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. |
21 Και ηρωτησαν αυτον λεγοντες? Διδασκαλε, εξευρομεν οτι ορθως ομιλεις και διδασκεις και δεν βλεπεις εις προσωπον, αλλ' επ' αληθειας την οδον του Θεου διδασκεις? | 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· |
22 ειναι συγκεχωρημενον εις ημας να δωσωμεν φορον εις τον Καισαρα η ουχι; | 22 ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ; |
23 Εννοησας δε την πανουργιαν αυτων, ειπε προς αυτους? Τι με πειραζετε; | 23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς· |
24 δειξατε μοι δηναριον? τινος εικονα εχει και επιγραφην; Και αποκριθεντες ειπον? Του Καισαρος. | 24 δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ εἶπαν· Καίσαρος. |
25 Ο δε ειπε προς αυτους? Αποδοτε λοιπον τα του Καισαρος εις τον Καισαρα και τα του Θεου εις τον Θεον. | 25 ὁ δὲ εἶπεν πρὸς αὐτούς· τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. |
26 Και δεν ηδυνηθησαν να πιασωσιν αυτον απο λογου εμπροσθεν του λαου, και θαυμασαντες δια την αποκρισιν αυτου εσιωπησαν. | 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν. |
27 Προσελθοντες δε τινες των Σαδδουκαιων, οιτινες αρνουνται οτι ειναι αναστασις, ηρωτησαν αυτον, | 27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [ἀντι]λέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν |
28 λεγοντες? Διδασκαλε, ο Μωυσης μας εγραψεν? Εαν τινος ο αδελφος αποθανη εχων γυναικα, και ουτος αποθανη ατεκνος, να λαβη ο αδελφος αυτου την γυναικα και να εξαναστηση σπερμα εις τον αδελφον αυτου. | 28 λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. |
29 Ησαν λοιπον επτα αδελφοι? και ο πρωτος λαβων γυναικα, απεθανεν ατεκνος? | 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· |
30 και ελαβεν ο δευτερος την γυναικα, και ουτος απεθανεν ατεκνος? | 30 καὶ ὁ δεύτερος |
31 και ο τριτος ελαβεν αυτην? ωσαυτως δε και οι επτα? και δεν αφηκαν τεκνα, και απεθανον. | 31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον. |
32 Υστερον δε παντων απεθανε και η γυνη. | 32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν. |
33 Εν τη αναστασει λοιπον τινος αυτων γινεται γυνη; διοτι και οι επτα ελαβον αυτην γυναικα. | 33 ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. |
34 Και ο Ιησους αποκριθεις ειπε προς αυτους? οι υιοι του αιωνος τουτου νυμφευουσι και νυμφευονται? | 34 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται, |
35 οι δε καταξιωθεντες να απολαυσωσιν εκεινον τον αιωνα και την εκ νεκρων αναστασιν ουτε νυμφευουσιν ουτε νυμφευονται? | 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· |
36 διοτι ουτε να αποθανωσι πλεον δυνανται? επειδη ειναι ισαγγελοι και ειναι υιοι του Θεου, οντες υιοι της αναστασεως. | 36 οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. |
37 Οτι δε εγειρονται οι νεκροι, και ο Μωυσης εφανερωσεν επι της βατου, οτε λεγει Κυριον τον Θεον του Αβρααμ και τον Θεον του Ισαακ και τον Θεον του Ιακωβ. | 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ. |
38 Ο δε Θεος δεν ειναι νεκρων, αλλα ζωντων? διοτι παντες ζωσι εν αυτω. | 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. |
39 Αποκριθεντες δε τινες των γραμματεων ειπον? Διδασκαλε, καλως ειπας. | 39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· διδάσκαλε, καλῶς εἶπας. |
40 Και δεν ετολμων πλεον να ερωτωσιν αυτον ουδεν. | 40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. |
41 Ειπε δε προς αυτους? Πως λεγουσι τον Χριστον οτι ειναι υιος του Δαβιδ; | 41 Εἶπεν δὲ πρὸς αὐτούς· πῶς λέγουσιν τὸν χριστὸν εἶναι Δαυὶδ υἱόν; |
42 Και αυτος ο Δαβιδ λεγει εν τη βιβλω των ψαλμων? Ειπεν ο Κυριος προς τον Κυριον μου, καθου εκ δεξιων μου, | 42 αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· εἶπεν κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, |
43 εωσου θεσω τους εχθρους σου υποποδιον των ποδων σου. | 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. |
44 Ο Δαβιδ λοιπον ονομαζει αυτον Κυριον? και πως ειναι υιος αυτου; | 44 Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν; |
45 Και ενω ηκουε πας ο λαος, ειπε προς τους μαθητας αυτου? | 45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς [αὐτοῦ]· |
46 Προσεχετε απο των γραμματεων, οιτινες θελουσι να περιπατωσιν εστολισμενοι και αγαπωσιν ασπασμους εν ταις αγοραις και πρωτοκαθεδριας εν ταις συναγωγαις και τους πρωτους τοπους εν τοις δειπνοις, | 46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, |
47 οιτινες κατατρωγουσι τας οικιας των χηρων, και τουτο επι προφασει οτι καμνουσι μακρας προσευχας? ουτοι θελουσι λαβει μεγαλητεραν καταδικην. | 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα. |