Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Luca - Luke 12


font
GREEK BIBLELXX
1 Εν τω μεταξυ αφου συνηθροισθησαν αι μυριαδες του οχλου, ωστε κατεπατουν αλληλους, ηρχισε να λεγη προς τους μαθητας αυτου πρωτον? Προσεχετε εις εαυτους απο της ζυμης των Φαρισαιων, ητις ειναι υποκρισις.1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων.
2 Αλλα δεν ειναι ουδεν κεκαλυμμενον, το οποιον δεν θελει ανακαλυφθη, και κρυπτον, το οποιον δεν θελει γνωρισθη?2 Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
3 οθεν οσα ειπετε εν τω σκοτει εν τω φωτι θελουσιν ακουσθη, και ο, τι ελαλησατε προς το ωτιον εν τοις ταμειοις θελει κηρυχθη επι των δωματων.3 ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4 Λεγω δε προς εσας τους φιλους μου? Μη φοβηθητε απο των αποκτεινοντων το σωμα και μετα ταυτα μη δυναμενων περισσοτερον τι να πραξωσι.4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
5 Θελω δε σας δειξει ποιον να φοβηθητε? Φοβηθητε εκεινον, οστις αφου αποκτεινη, εχει εξουσιαν να ριψη εις την γεενναν? ναι, σας λεγω, τουτον φοβηθητε.5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν. ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε.
6 Δεν πωλουνται πεντε στρουθια δια δυο ασσαρια; και εν εξ αυτων δεν ειναι λελησμονημενον ενωπιον του Θεου?6 οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ.
7 αλλα και αι τριχες της κεφαλης υμων ειναι πασαι ηριθμημεναι. Μη φοβεισθε λοιπον? απο πολλων στρουθιων διαφερετε.7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8 Σας λεγω δε? Πας οστις με ομολογηση εμπροσθεν των ανθρωπων, και ο Υιος του ανθρωπου θελει ομολογησει αυτον εμπροσθεν των αγγελων του Θεου?8 Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
9 οστις δε με αρνηθη ενωπιον των ανθρωπων, και ο Υιος του ανθρωπου θελει αρνηθη αυτον ενωπιον των αγγελων του Θεου.9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
10 Και πας οστις θελει ειπει λογον κατα του Υιου του ανθρωπου, θελει συγχωρηθη εις αυτον? οστις ομως βλασφημηση κατα του Αγιου Πνευματος, εις αυτον δεν θελει συγχωρηθη.10 Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
11 Οταν δε σας φερωσιν εις τας συναγωγας και τας αρχας και τας εξουσιας, μη μεριμνατε πως η τι να απολογηθητε, η τι να ειπητε?11 Ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
12 διοτι το Αγιον Πνευμα θελει σας διδαξει εν αυτη τη ωρα τι πρεπει να ειπητε.12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
13 Ειπε δε τις προς αυτον εκ του οχλου? Διδασκαλε, ειπε προς τον αδελφον μου να μοιρασθη μετ' εμου την κληρονομιαν.13 Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν.
14 Ο δε ειπε προς αυτον? Ανθρωπε, τις με κατεστησε δικαστην η μεριστην εφ' υμας;14 ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς;
15 Και ειπε προς αυτους? Προσεχετε και φυλαττεσθε απο της πλεονεξιας? διοτι εαν τις εχη περισσα, η ζωη αυτου δεν συνισταται εκ των υπαρχοντων αυτου.15 Εἶπεν δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.
16 Ειπε δε προς αυτους παραβολην, λεγων? Ανθρωπου τινος πλουσιου ηυτυχησαν τα χωραφια?16 Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
17 Και διελογιζετο εν εαυτω λεγων? Τι να καμω, διοτι δεν εχω που να συναξω τους καρπους μου;17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18 Και ειπε? Τουτο θελω καμει? θελω χαλασει τας αποθηκας μου και θελω οικοδομησει μεγαλητερας και συναξει εκει παντα τα γεννηματα μου και τα αγαθα μου,18 καὶ εἶπεν· τοῦτο ποιήσω, καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου
19 και θελω ειπει προς την ψυχην μου? Ψυχη, εχεις πολλα αγαθα εναποτεταμιευμενα δι' ετη πολλα? αναπαυου, φαγε, πιε, ευφραινου.19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
20 Ειπε δε προς αυτον ο Θεος? Αφρον, ταυτην την νυκτα την ψυχην σου απαιτουσιν απο σου? οσα δε ητοιμασας, τινος θελουσιν εισθαι;20 εἶπεν δὲ αὐτῷ ὁ θεός· ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
21 Ουτω θελει εισθαι οστις θησαυριζει εις εαυτον και δεν πλουτει εις Θεον.21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.
22 Ειπε δε προς τους μαθητας αυτου? Δια τουτο λεγω προς εσας, Μη μεριμνατε δια την ζωην σας, τι να φαγητε, μηδε δια το σωμα, τι να ενδυθητε.22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [αὐτοῦ]· διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε.
23 Η ζωη ειναι τιμιωτερον της τροφης και το σωμα του ενδυματος.23 ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
24 Παρατηρησατε τους κορακας, οτι δεν σπειρουσιν ουδε θεριζουσιν, οιτινες δεν εχουσι ταμειον ουδε αποθηκην, και ο Θεος τρεφει αυτους? ποσω μαλλον σεις διαφερετε των πτηνων.24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν.
25 Και τις εξ υμων μεριμνων δυναται να προσθεση εις το αναστημα αυτου μιαν πηχυν;25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν;
26 Εαν λοιπον ουδε το ελαχιστον δυνασθε, τι μεριμνατε περι των λοιπων;26 εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27 Παρατηρησατε τα κρινα πως αυξανουσι? δεν κοπιαζουσιν ουδε κλωθουσι? σας λεγω ομως, ουδε ο Σολομων εν παση τη δοξη αυτου ενεδυθη ως εν τουτων.27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
28 Αλλ' εαν τον χορτον, οστις σημερον ειναι εν τω αγρω και αυριον ριπτεται εις κλιβανον, ο Θεος ενδυη ουτω, ποσω μαλλον εσας, ολιγοπιστοι.28 εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.
29 Και σεις μη ζητειτε τι να φαγητε η τι να πιητε, και μη ησθε μετεωροι?29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε καὶ μὴ μετεωρίζεσθε·
30 διοτι ταυτα παντα ζητουσι τα εθνη του κοσμου? υμων δε ο Πατηρ εξευρει οτι εχετε χρειαν τουτων?30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
31 πλην ζητειτε την βασιλειαν του Θεου, και ταυτα παντα θελουσι σας προστεθη.31 πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν.
32 Μη φοβου, μικρον ποιμνιον? διοτι ο Πατηρ σας ηυδοκησε να σας δωση την βασιλειαν.32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
33 Πωλησατε τα υπαρχοντα σας και δοτε ελεημοσυνην. Καμετε εις εαυτους βαλαντια τα οποια δεν παλαιουνται, θησαυρον εν τοις ουρανοις οστις δεν εκλειπει, οπου κλεπτης δεν πλησιαζει ουδε ο σκωληξ διαφθειρει?33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
34 διοτι οπου ειναι ο θησαυρος σας, εκει θελει εισθαι και η καρδια σας.34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35 Ας ηναι αι οσφυες σας περιεζωσμεναι και οι λυχνοι καιομενοι?35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι·
36 και σεις ομοιοι με ανθρωπους, οιτινες προσμενουσι τον κυριον αυτων, ποτε θελει επιστρεψει εκ των γαμων, δια να ανοιξωσιν ευθυς εις αυτον οταν ελθη και κρουση.36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
37 Μακαριοι οι δουλοι εκεινοι, τους οποιους ελθων ο κυριος θελει ευρει αγρυπνουντας. Αληθως σας λεγω, οτι θελει περιζωσθη και καθισει αυτους εις την τραπεζαν, και ελθων εις το μεσον θελει υπηρετησει αυτους.37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς.
38 Και εαν ελθη εν τη δευτερα φυλακη και εν τη τριτη φυλακη ελθη και ευρη ουτω, μακαριοι ειναι οι δουλοι εκεινοι.38 κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι.
39 Τουτο δε γινωσκετε, οτι εαν ηξευρεν ο οικοδεσποτης ποιαν ωραν ο κλεπτης ερχεται, ηθελεν αγρυπνησει και δεν ηθελεν αφησει να διορυχθη ο οικος αυτου.39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
40 Και σεις λοιπον γινεσθε ετοιμοι? διοτι καθ' ην ωραν δεν στοχαζεσθε, ερχεται ο Υιος του ανθρωπου.40 καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 Ειπε δε προς αυτον ο Πετρος? Κυριε, προς ημας λεγεις την παραβολην ταυτην η και προς παντας;41 Εἶπεν δὲ ὁ Πέτρος· κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
42 Και ο Κυριος ειπε? Τις λοιπον ειναι ο πιστος οικονομος και φρονιμος, τον οποιον θελει καταστησει ο κυριος αυτου επι των υπηρετων αυτου, δια να διδη εν καιρω την διωρισμενην τροφην;42 καὶ εἶπεν ὁ κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ [τὸ] σιτομέτριον;
43 Μακαριος ο δουλος εκεινος, τον οποιον ελθων ο κυριος αυτου θελει ευρει πραττοντα ουτως.43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
44 Αληθως σας λεγω, οτι θελει καταστησει αυτον επι παντων των υπαρχοντων αυτου.44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
45 Εαν δε ειπη ο δουλος εκεινος εν τη καρδια αυτου, Βραδυνει να ελθη ο κυριος μου? και αρχιση να δερη τους δουλους και τας δουλας, και να τρωγη και να πινη και να μεθυη,45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
46 θελει ελθει ο κυριος του δουλου εκεινου, καθ' ην ημεραν δεν προσμενει και καθ' ην ωραν δεν εξευρει, και θελει αποχωρισει αυτον, και το μερος αυτου θελει θεσει μετα των απιστων.46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
47 Εκεινος δε ο δουλος, οστις γνωρισας το θελημα του κυριου αυτου δεν ητοιμασεν ουδε εκαμε κατα το θελημα αυτου, θελει δαρθη πολυ?47 Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς·
48 οστις ομως μη γνωρισας επραξεν αξια δαρμων, θελει δαρθη ολιγον? εις παντα δε, εις τον οποιον εδοθη πολυ, πολυ θελει ζητηθη παρ' αυτου, και εις οντινα ενεπιστευθη πολυ, περισσοτερον θελουσιν απαιτησει παρ' αυτου.48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 Πυρ ηλθον να βαλω εις την γην, και τι θελω, εαν ηδη ανηφθη;49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη.
50 Βαπτισμα δε εχω να βαπτισθω, και πως στενοχωρουμαι εωσου εκτελεσθη.50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
51 Νομιζετε οτι ηλθον να δωσω ειρηνην εν τη γη; ουχι, σας λεγω, αλλα διαχωρισμον.51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν.
52 Διοτι απο του νυν θελουσιν εισθαι πεντε εν οικω ενι διακεχωρισμενοι, οι τρεις κατα των δυο και οι δυο κατα των τριων?52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν,
53 Θελει διαχωρισθη πατηρ κατα υιου και υιος κατα πατρος, μητηρ κατα θυγατρος και θυγατηρ κατα μητρος, πενθερα κατα της νυμφης αυτης και νυμφη κατα της πενθερας αυτης.53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ τὴν θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν.
54 Ελεγε και προς τους οχλους? Οταν ιδητε την νεφελην ανυψουμενην απο δυσμων, ευθυς λεγετε, Βροχη ερχεται, και γινεται ουτω?54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε [τὴν] νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως·
55 και οταν νοτον πνεοντα, λεγετε οτι καυσων θελει εισθαι, και γινεται.55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται.
56 Υποκριται, το προσωπον της γης και του ουρανου εξευρετε να διακρινητε, τον δε καιρον τουτον πως δεν διακρινετε;56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν;
57 Δια τι δε και αφ' εαυτων δεν κρινετε το δικαιον;57 Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
58 Ενω λοιπον υπαγεις μετα του αντιδικου σου προς τον αρχοντα, προσπαθησον καθ' οδον να απαλλαχθης απ' αυτου, μηποτε σε συρη προς τον κριτην, και ο κριτης σε παραδωση εις τον υπηρετην, και ο υπηρετης σε βαλη εις φυλακην.58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
59 Σοι λεγω, δεν θελεις εξελθει εκειθεν, εωσου αποδωσης και το εσχατον λεπτον.59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.