1 ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς | 1 Ecoutez donc, rois, et comprenez! Instruisez-vous, juges des confins de la terre! |
2 ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν | 2 Prêtez l'oreille, vous qui dominez sur la multitude, qui vous enorgueillissez de foules de nations! |
3 ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει | 3 Car c'est le Seigneur qui vous a donné la domination et le Très-Haut le pouvoir, c'est lui quiexaminera vos oeuvres et scrutera vos desseins. |
4 ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε | 4 Si donc, étant serviteurs de son royaume, vous n'avez pas jugé droitement, ni observé la loi, ni suivila volonté de Dieu, |
5 φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται | 5 il fondra sur vous d'une manière terrifiante et rapide. Un jugement inexorable s'exerce en effet surles gens haut placés; |
6 ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται | 6 au petit, par pitié, on pardonne, mais les puissants seront examinés puissamment. |
7 οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ περὶ πάντων | 7 Car le Maître de tous ne recule devant personne, la grandeur ne lui en impose pas; petits et grands,c'est lui qui les a faits et de tous il prend un soin pareil, |
8 τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα | 8 mais une enquête sévère attend les forts. |
9 πρὸς ὑμᾶς οὖν ὦ τύραννοι οἱ λόγοι μου ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε | 9 C'est donc à vous, souverains, que s'adressent mes paroles, pour que vous appreniez la sagesse etévitiez les fautes; |
10 οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν | 10 car ceux qui observent saintement les choses saintes seront reconnus saints, et ceux qui s'enlaissent instruire y trouveront leur défense. |
11 ἐπιθυμήσατε οὖν τῶν λόγων μου ποθήσατε καὶ παιδευθήσεσθε | 11 Désirez donc mes paroles, aspirez à elles et vous serez instruits. |
12 λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν | 12 La Sagesse est brillante, elle ne se flétrit pas. Elle se laisse facilement contempler par ceux quil'aiment, elle se laisse trouver par ceux qui la cherchent. |
13 φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι | 13 Elle prévient ceux qui la désirent en se faisant connaître la première. |
14 ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ | 14 Qui se lève tôt pour la chercher n'aura pas à peiner: il la trouvera assise à sa porte. |
15 τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης καὶ ὁ ἀγρυπνήσας δι’ αὐτὴν ταχέως ἀμέριμνος ἔσται | 15 Méditer sur elle est en effet la perfection de l'intelligence, et qui veille à cause d'elle sera viteexempt de soucis. |
16 ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς | 16 Car ceux qui sont dignes d'elle, elle-même va partout les chercher et sur les sentiers elle leurapparaît avec bienveillance, à chaque pensée elle va au-devant d'eux. |
17 ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία φροντὶς δὲ παιδείας ἀγάπη | 17 Car son commencement, c'est le désir très vrai de l'instruction, le souci de l'instruction, c'estl'amour, |
18 ἀγάπη δὲ τήρησις νόμων αὐτῆς προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας | 18 l'amour, c'est l'observation de ses lois, l'attention aux lois, c'est la garantie de l'incorruptibilité, |
19 ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ | 19 et l'incorruptibilité fait qu'on est près de Dieu; |
20 ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν | 20 ainsi le désir de la Sagesse conduit à la royauté. |
21 εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαῶν τιμήσατε σοφίαν ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε | 21 Si donc trônes et sceptres vous plaisent, souverains des peuples, honorez la Sagesse, afin de régnerà jamais. |
22 τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια ἀλλὰ ἀπ’ ἀρχῆς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν | 22 Ce qu'est la Sagesse et comment elle est née, je vais l'exposer; je ne vous cacherai pas lesmystères, mais je suivrai ses traces depuis le début de son origine, je mettrai sa connaissance en pleine lumière,sans m'écarter de la vérité. |
23 οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ | 23 Oh! je ne ferai pas route avec l'envie desséchante: elle n'a rien de commun avec la Sagesse. |
24 πλῆθος δὲ σοφῶν σωτηρία κόσμου καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου | 24 Une multitude de sages est le salut du monde, un roi sensé fait la stabilité du peuple. |
25 ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου καὶ ὠφεληθήσεσθε | 25 Laissez-vous donc instruire par mes paroles: vous y trouverez profit. |
26 εν παση ψυχη σου προσελθε αυτη και εν ολη δυναμει σου συντηρησον τας οδους αυτης | |
27 εξιχνευσον και ζητησον και γνωσθησεται σοι και εγκρατης γενομενος μη αφης αυτην | |
28 επ' εσχατων γαρ ευρησεις την αναπαυσιν αυτης και στραφησεται σοι εις ευφροσυνην | |
29 και εσονται σοι αι πεδαι εις σκεπην ισχυος και οι κλοιοι αυτης εις στολην δοξης | |
30 κοσμος γαρ χρυσεος εστιν επ' αυτης και οι δεσμοι αυτης κλωσμα υακινθινον | |
31 στολην δοξης ενδυση αυτην και στεφανον αγαλλιαματος περιθησεις σεαυτω | |
32 εαν θελης τεκνον παιδευθηση και εαν επιδως την ψυχην σου πανουργος εση | |
33 εαν αγαπησης ακουειν εκδεξη και εαν κλινης το ους σου σοφος εση | |
34 εν πληθει πρεσβυτερων στηθι και τις σοφος αυτω προσκολληθητι | |
35 πασαν διηγησιν θειαν θελε ακροασθαι και παροιμιαι συνεσεως μη εκφευγετωσαν σε | |
36 εαν ιδης συνετον ορθριζε προς αυτον και βαθμους θυρων αυτου εκτριβετω ο πους σου | |
37 διανοου εν τοις προσταγμασιν κυριου και εν ταις εντολαις αυτου μελετα δια παντος αυτος στηριει την καρδιαν σου και η επιθυμια της σοφιας δοθησεται σοι | |