ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 1
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | NOVA VULGATA |
---|---|
1 Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν | 1 Diligite iustitiam, qui iudicatis terram, sentite de Domino in bonitate et in simplicitate cordis quaerite illum, |
2 ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ | 2 quoniam invenitur ab his, qui non tentant illum, se autem manifestat eis, qui fidem habent in illum. |
3 σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας | 3 Perversae enim cogitationes separant a Deo, probata autem virtus corripit insipientes. |
4 ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας | 4 Quoniam in malevolam animam non introibit sapientia nec habitabit in corpore subdito peccatis. |
5 ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας | 5 Spiritus enim sanctus disciplinae effugiet fictum et auferet se a cogitationibus insensatis et corripietur a superveniente iniquitate. |
6 φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής | 6 Spiritus enim diligens hominem est sapientia et non absolvet maledicum a labiis suis, quoniam renum illius testis est Deus et cordis illius scrutator verus et linguae eius auditor; |
7 ὅτι πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς | 7 quoniam spiritus Domini replevit orbem terrarum, et ipse, qui continet omnia, scientiam habet vocis. |
8 διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη | 8 Propter hoc, qui loquitur iniqua, non potest latere, nec praeteriet illum iudicium corripiens. |
9 ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ | 9 In cogitationibus enim impii interrogatio erit, sermonum autem illius auditio ad Dominum veniet ad correptionem iniquitatum illius; |
10 ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται | 10 quoniam auris zeli audit omnia, et tumultus murmurationum non absconditur. |
11 φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν | 11 Custodite ergo vos a murmuratione, quae nihil prodest, et a detractione parcite linguae, quoniam sermo absconditus in vacuum non ibit; os autem, quod mentitur, occidit animam. |
12 μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν | 12 Nolite zelare mortem in errore vitae vestrae neque acquiratis perditionem in operibus manuum vestrarum, |
13 ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων | 13 quoniam Deus mortem non fecit nec laetatur in perditione vivorum; |
14 ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς | 14 creavit enim, ut essent omnia, et sanabiles sunt generationes orbis terrarum, et non est in illis medicamentum exterminii, nec inferorum regnum in terra: |
15 δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν 16ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτόν φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν ὅτι ἄξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι | 15 iustitia enim est immortalis. |
16 πλησμονη σοφιας φοβεισθαι τον κυριον και μεθυσκει αυτους απο των καρπων αυτης | 16 Impii autem manibus et verbis accersierunt illam; aestimantes illam amicam defluxerunt et sponsionem posuerunt ad illam, quoniam digni sunt, qui sint ex parte illius. |
17 παντα τον οικον αυτων εμπλησει επιθυμηματων και τα αποδοχεια απο των γενηματων αυτης | |
18 στεφανος σοφιας φοβος κυριου αναθαλλων ειρηνην και υγιειαν ιασεως | |
19 και ειδεν και εξηριθμησεν αυτην επιστημην και γνωσιν συνεσεως εξωμβρησεν και δοξαν κρατουντων αυτης ανυψωσεν | |
20 ριζα σοφιας φοβεισθαι τον κυριον και οι κλαδοι αυτης μακροημερευσις | |
21 - | |
22 ου δυνησεται θυμος αδικος δικαιωθηναι η γαρ ροπη του θυμου αυτου πτωσις αυτω | |
23 εως καιρου ανθεξεται μακροθυμος και υστερον αυτω αναδωσει ευφροσυνη | |
24 εως καιρου κρυψει τους λογους αυτου και χειλη πολλων εκδιηγησεται συνεσιν αυτου | |
25 εν θησαυροις σοφιας παραβολαι επιστημης βδελυγμα δε αμαρτωλω θεοσεβεια | |
26 επιθυμησας σοφιαν διατηρησον εντολας και κυριος χορηγησει σοι αυτην | |
27 σοφια γαρ και παιδεια φοβος κυριου και η ευδοκια αυτου πιστις και πραοτης | |
28 μη απειθησης φοβω κυριου και μη προσελθης αυτω εν καρδια δισση | |
29 μη υποκριθης εν στομασιν ανθρωπων και εν τοις χειλεσιν σου προσεχε | |
30 μη εξυψου σεαυτον ινα μη πεσης και επαγαγης τη ψυχη σου ατιμιαν και αποκαλυψει κυριος τα κρυπτα σου και εν μεσω συναγωγης καταβαλει σε οτι ου προσηλθες φοβω κυριου και η καρδια σου πληρης δολου |