Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Revelation 18


font
NEW AMERICAN BIBLELXX
1 After this I saw another angel coming down from heaven, having great authority, and the earth became illumined by his splendor.1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
2 He cried out in a mighty voice: "Fallen, fallen is Babylon the great. She has become a haunt for demons. She is a cage for every unclean spirit, a cage for every unclean bird, (a cage for every unclean) and disgusting (beast).2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων·
ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου [καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου] καὶ μεμισημένου,
3 For all the nations have drunk the wine of her licentious passion. The kings of the earth had intercourse with her, and the merchants of the earth grew rich from her drive for luxury."3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4 Then I heard another voice from heaven say: "Depart from her, my people, so as not to take part in her sins and receive a share in her plagues,4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν·
ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε,
5 for her sins are piled up to the sky, and God remembers her crimes.5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 Pay her back as she has paid others. Pay her back double for her deeds. Into her cup pour double what she poured.6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς, ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν,
7 To the measure of her boasting and wantonness repay her in torment and grief; for she said to herself, 'I sit enthroned as queen; I am no widow, and I will never know grief.'7 ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω.
8 Therefore, her plagues will come in one day, pestilence, grief, and famine; she will be consumed by fire. For mighty is the Lord God who judges her."8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.
9 The kings of the earth who had intercourse with her in their wantonness will weep and mourn over her when they see the smoke of her pyre.9 Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10 They will keep their distance for fear of the torment inflicted on her, and they will say: "Alas, alas, great city, Babylon, mighty city. In one hour your judgment has come."10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες·
οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά,
ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11 The merchants of the earth will weep and mourn for her, because there will be no more markets for their cargo:11 Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ’ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι
12 their cargo of gold, silver, precious stones, and pearls; fine linen, purple silk, and scarlet cloth; fragrant wood of every kind, all articles of ivory and all articles of the most expensive wood, bronze, iron, and marble;12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
13 cinnamon, spice, incense, myrrh, and frankincense; wine, olive oil, fine flour, and wheat; cattle and sheep, horses and chariots, and slaves, that is, human beings.13 καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14 "The fruit you craved has left you. All your luxury and splendor are gone, never again will one find them."14 καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ,
καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ
καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
15 The merchants who deal in these goods, who grew rich from her, will keep their distance for fear of the torment inflicted on her. Weeping and mourning,15 Οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ’ αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες
16 they cry out: "Alas, alas, great city, wearing fine linen, purple and scarlet, adorned (in) gold, precious stones, and pearls.16 λέγοντες·
οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον
καὶ κεχρυσωμένη [ἐν] χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ,
17 In one hour this great wealth has been ruined." Every captain of a ship, every traveler at sea, sailors, and seafaring merchants stood at a distance17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν
18 and cried out when they saw the smoke of her pyre, "What city could compare with the great city?"18 καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19 They threw dust on their heads and cried out, weeping and mourning: "Alas, alas, great city, in which all who had ships at sea grew rich from her wealth. In one hour she has been ruined.19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες λέγοντες·
οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 Rejoice over her, heaven, you holy ones, apostles, and prophets. For God has judged your case against her."20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανὲ
καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21 A mighty angel picked up a stone like a huge millstone and threw it into the sea and said: "With such force will Babylon the great city be thrown down, and will never be found again.21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων·
οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις
καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 No melodies of harpists and musicians, flutists and trumpeters, will ever be heard in you again. No craftsmen in any trade will ever be found in you again. No sound of the millstone will ever be heard in you again.22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶ πᾶς τεχνίτης πάσης τέχνης
οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 No light from a lamp will ever be seen in you again. No voices of bride and groom will ever be heard in you again. Because your merchants were the great ones of the world, all nations were led astray by your magic potion.23 καὶ φῶς λύχνου
οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι·
ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
24 In her was found the blood of prophets and holy ones and all who have been slain on the earth."24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη
καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.