Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Apocalisse - Revelation 7


font
LXXGREEK BIBLE
1 Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.1 Και μετα ταυτα ειδον τεσσαρας αγγελους ισταμενους επι τας τεσσαρας γωνιας της γης, κρατουντας τους τεσσαρας ανεμους της γης, δια να μη πνεη ανεμος επι της γης μητε επι της θαλασσης μητε επι παν δενδρον.
2 Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν2 Και ειδον αλλον αγγελον οτι ανεβη απο ανατολης ηλιου, εχων σφραγιδα του Θεου του ζωντος, και εκραξε μετα φωνης μεγαλης προς τους τεσσαρας αγγελους, εις τους οποιους εδοθη να βλαψωσι την γην και την θαλασσαν,
3 λέγων· μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.3 λεγων? Μη βλαψητε την γην μητε την θαλασσαν μητε τα δενδρα, εωσου σφραγισωμεν τους δουλους του Θεου ημων επι των μετωπων αυτων.
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·4 Και ηκουσα τον αριθμον των εσφραγισμενων? εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες ησαν εσφραγισμενοι εκ πασης φυλης των υιων Ισραηλ?
5 ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι,
ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες,
ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
5 εκ φυλης Ιουδα δωδεκα χιλιαδες εσφραγισμενοι? εκ φυλης Ρουβην δωδεκα χιλιαδες εσφραγισμενοι? εκ φυλης Γαδ δωδεκα χιλιαδες εσφραγισμενοι?
6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
6 εκ φυλης Ασηρ δωδεκα χιλιαδες εσφραγισμενοι?εκ φυλης Νεφθαλειμ δωδεκα χιλιαδες εσφραγισμενοι? εκ φυλης Μανασση δωδεκα χιλιαδες εσφραγισμενοι.
7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,
ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,
7 εκ φυλης Συμεων δωδεκα χιλιαδες εσφραγισμενοι? εκ φυλης Λευι δωδεκα χιλιαδες εσφραγισμενοι? εκ φυλης Ισσαχαρ δωδεκα χιλιαδες εσφραγισμενοι?
8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,
ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
8 εκ φυλης Ζαβουλων δωδεκα χιλιαδες εσφραγισμενοι? εκ φυλης Ιωσηφ δωδεκα χιλιαδες εσφραγισμενοι? εκ φυλης Βενιαμιν δωδεκα χιλιαδες εσφραγισμενοι?
9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου περιβεβλημένους στολὰς λευκὰς καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν,9 Μετα ταυτα ειδον, και ιδου, οχλος πολυς, τον οποιον ουδεις ηδυνατο να αριθμηση, εκ παντος εθνους και φυλων και λαων και γλωσσων, οιτινες ισταντο ενωπιον του θρονου και ενωπιον του Αρνιου, ενδεδυμενοι στολας λευκας, εχοντες φοινικας εν ταις χερσιν αυτων.
10 καὶ κράζουσιν φωνῇ μεγάλῃ λέγοντες·
ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ.
10 και κραζοντες μετα φωνης μεγαλης ελεγον? Η σωτηρια ειναι του Θεου ημων, του καθημενου επι του θρονου, και του Αρνιου.
11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ11 Και παντες οι αγγελοι ισταντο κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων, και επεσαν κατα προσωπον ενωπιον του θρονου και προσεκυνησαν τον Θεον
12 λέγοντες·
ἀμήν, ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
12 λεγοντες? Αμην? η ευλογια και δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμις και η ισχυς ανηκει εις τον Θεον ημων εις τους αιωνας των αιωνων? αμην.
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;13 Και απεκριθη εις εκ των πρεσβυτερων, λεγων προς εμε? Ουτοι οι ενδεδυμενοι τας στολας τας λευκας τινες ειναι και ποθεν ηλθον;
14 καὶ εἴρηκα αὐτῷ· κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι·
οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης
καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν
καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
14 Και ειπα προς αυτον? Κυριε, συ εξευρεις. Και ειπε προς εμε? Ουτοι ειναι οι ερχομενοι εκ της θλιψεως της μεγαλης, και επλυναν τας στολας αυτων και ελευκαναν αυτας εν τω αιματι του Αρνιου.
15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ
καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ,
καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ’ αὐτούς.
15 Δια τουτο ειναι ενωπιον του θρονου του Θεου και λατρευουσιν αυτον ημεραν και νυκτα εν τω ναω αυτου, και ο καθημενος επι του θρονου θελει κατασκηνωσει επ' αυτους.
16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι
οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
16 Δεν θελουσι πεινασει πλεον ουδε θελουσι διψησει πλεον, ουδε θελει πεσει επ' αυτους ο ηλιος ουδε κανεν καυμα,
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτοὺς
καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων,
καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
17 διοτι το Αρνιον το αναμεσον του θρονου θελει ποιμανει αυτους και οδηγησει αυτους εις ζωσας πηγας υδατων, και θελει εξαλειψει ο Θεος παν δακρυον απο των οφθαλμων αυτων.