Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Apocalisse - Revelation 12


font
LXXGREEK BIBLE
1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,1 Και σημειον μεγα εφανη εν τω ουρανω, γυνη ενδεδυμενη τον ηλιον, και η σεληνη υποκατω των ποδων αυτης, και επι της κεφαλης αυτης στεφανος αστερων δωδεκα,
2 καὶ ἐν γαστρὶ ἔχουσα, καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.2 και εγκυος ουσα εκραζε κοιλοπονουσα και βασανιζομενη δια να γεννηση.
3 καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων μέγας πυρρὸς ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα,3 Και εφανη αλλο σημειον εν τω ουρανω, και ιδου, δρακων μεγας κοκκινος, εχων κεφαλας επτα και κερατα δεκα, και επι τας κεφαλας αυτου διαδηματα επτα,
4 καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. Καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ.4 και η ουρα αυτου εσυρε το τριτον των αστερων του ουρανου και ερριψεν αυτους εις την γην. Και ο δρακων εσταθη ενωπιον της γυναικος της μελλουσης να γεννηση, δια να καταφαγη το τεκνον αυτης, οταν γεννηση.
5 καὶ ἔτεκεν υἱὸν ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ. καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.5 Και εγεννησε παιδιον αρρεν, το οποιον μελλει να ποιμανη παντα τα εθνη εν ραβδω σιδηρα? και το τεκνον αυτης ηρπασθη προς τον Θεον και τον θρονον αυτου.
6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.6 Και η γυνη εφυγεν εις την ερημον, οπου εχει τοπον ητοιμασμενον απο του Θεου, δια να τρεφωσιν αυτην εκει ημερας χιλιας διακοσιας εξηκοντα.
7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ,7 Και εγεινε πολεμος εν τω ουρανω? ο Μιχαηλ και οι αγγελοι αυτου επολεμησαν κατα του δρακοντος? και ο Δρακων επολεμησε και οι αγγελοι αυτου,
8 καὶ οὐκ ἴσχυσεν οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ.8 και δεν υπερισχυσαν, ουδε ευρεθη πλεον τοπος αυτων εν τω ουρανω.
9 καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.9 Και ερριφθη ο δρακων ο μεγας, ο οφις ο αρχαιος, ο καλουμενος Διαβολος και ο Σατανας, ο πλανων την οικουμενην ολην, ερριφθη εις την γην, και οι αγγελοι αυτου ερριφθησαν μετ' αυτου.
10 καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν·
ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις
καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν
καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ,
ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν,
ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
10 Και ηκουσα φωνην μεγαλην λεγουσαν εν τω ουρανω? Τωρα εγεινεν η σωτηρια και δυναμις και η βασιλεια του Θεου ημων και η εξουσια τον Χριστου αυτου, διοτι κατερριφθη ο κατηγορος των αδελφων ημων, ο κατηγορων αυτους ενωπιον του Θεου ημων ημεραν και νυκτα.
11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου
καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν
καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.
11 Και αυτοι ενικησαν αυτον δια το αιμα του Αρνιου και δια τον λογον της μαρτυριας αυτων, και δεν ηγαπησαν την ψυχην αυτων μεχρι θανατου.
12 διὰ τοῦτο εὐφραίνεσθε, [οἱ] οὐρανοὶ
καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες.
οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν,
ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς
ἔχων θυμὸν μέγαν,
εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
12 Δια τουτο ευφραινεσθε οι ουρανοι και οι κατοικουντες εν αυτοις? ουαι εις τους κατοικουντας την γην και την θαλασσαν, διοτι κατεβη ο διαβολος εις εσας εχων θυμον μεγαν, επειδη γνωριζει οτι ολιγον καιρον εχει.
13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα.13 Και οτε ειδεν ο δρακων οτι ερριφθη εις την γην, εδιωξε την γυναικα, ητις εγεννησε τον αρρενα.
14 καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.14 Και εδοθησαν εις την γυναικα δυο πτερυγες του αετου του μεγαλου, δια να πετα εις την ερημον εις τον τοπον αυτης, οπου τρεφεται εκει καιρον και καιρους και ημισυ καιρου απο προσωπου του οφεως.
15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.15 Και ερριψεν ο οφις οπισω της γυναικος εκ του στοματος αυτου υδωρ ως ποταμον, δια να καμη να συρη αυτην ο ποταμος.
16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικὶ καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.16 Και εβοηθησεν την γυναικα και ηνοιξεν η γη, το στομα αυτης και κατεπιε τον ποταμον, τον οποιον ερριψεν ο δρακων εκ του στοματος αυτου.
17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.17 Και ωργισθη ο δρακων κατα της γυναικος και υπηγε να καμη πολεμον με τους λοιπους του σπερματος αυτης, τους φυλαττοντας τας εντολας του Θεου και εχοντας την μαρτυριαν του Ιησου Χριστου.
18 Καὶ ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης.