Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera di Giuda - Jude 1


font
LXXGREEK BIBLE
1 Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·1 Ιουδας, δουλος Ιησου Χριστου, αδελφος δε Ιακωβου, προς τους κλητους τους ηγιασμενους υπο Θεου Πατρος, και τετηρημενους υπο του Ιησου Χριστου?
2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.2 ελεος πληθυνθειη εις εσας και ειρηνη και αγαπη.
3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.3 Αγαπητοι, επειδη καταβαλλω πασαν σπουδην να σας γραφω περι της κοινης σωτηριας, ελαβον αναγκην να σας γραψω, προτρεπων εις το να αγωνιζησθε δια την πιστιν, ητις απαξ παρεδοθη εις τους αγιους.
4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.4 Διοτι εισεχωρησαν λαθραιως τινες ανθρωποι, οιτινες ησαν παλαιοθεν προγεγραμμενοι εις ταυτην την καταδικην, ασεβεις, μεταστρεφοντες την χαριν του Θεου ημων εις ασελγειαν, και αρνουμενοι τον μονον Δεσποτην Θεον και Κυριον ημων Ιησουν Χριστον.
5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ πάντα ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,5 Θελω δε να σας υπενθυμισω, αν και σεις εγνωρισατε ηδη τουτο, οτι ο Κυριος, αφου εσωσε τον λαον εκ γης Αιγυπτου, απωλεσεν υστερον τους μη πιστευσαντας.
6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλ’ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν,6 Και αγγελους, οιτινες δεν εφυλαξαν την εαυτων αξιαν αλλα κατελιπον το ιδιον αυτων κατοικητηριον, εφυλαξε με παντοτεινα δεσμα υποκατω του σκοτους δια την κρισιν της μεγαλης ημερας?
7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.7 καθως τα Σοδομα και τα Γομορρα και αι περιξ αυτων πολεις, εις την πορνειαν παραδοθεισαι κατα τον ομοιον με τουτους τροπον και ακολουθουσαι οπισω αλλης σαρκος, προκεινται παραδειγμα, τιμωρουμεναι με το αιωνιον πυρ.
8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν.8 Ομοιως και ουτοι ενυπνιαζομενοι την μεν σαρκα μιαινουσι, την δε εξουσιαν καταφρονουσι και τα αξιωματα βλασφημουσιν.
9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλ’ εἶπεν· ἐπιτιμήσαι σοι κύριος.9 Ο δε Μιχαηλ ο αρχαγγελος, οτε αγωνιζομενος με τον διαβολον εφιλονεικει περι του σωματος του Μωυσεως, δεν ετολμησε να επιφερη εναντιον αυτου κατηγοριαν βλασφημον, αλλ' ειπεν? Ο Κυριος να σε επιτιμηση.
10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.10 Ουτοι δε οσα μεν δεν εξευρουσι βλασφημουσιν, οσα δε φυσικως ως τα αλογα ζωα εξευρουσιν, εις ταυτα φθειρονται.
11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.11 Ουαι εις αυτους, διοτι περιεπατησαν εις την οδον του Καιν και χαριν μισθου εξεχυθησαν εις την πλανην του Βαλααμ, και απωλεσθησαν εις την αντιλογιαν του Κορε.
12 οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα,12 Ουτοι ειναι κηλιδες εις τας αγαπας σας, συμποσιαζοντες αφοβως, βοσκοντες εαυτους, νεφελαι ανυδροι υπο ανεμων περιφερομεναι, δενδρα φθινοπωρινα ακαρπα, δις αποθανοντα, εκριζωθεντα,
13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.13 κυματα αγρια θαλασσης επαφριζοντα τας ιδιας αυτων αισχυνας, αστερες πλανηται, δια τους οποιους το ζοφερον σκοτος ειναι τετηρημενον εις τον αιωνα.
14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ14 Προεφητευσε δε περι τουτων και ο Ενωχ, εβδομος απο Αδαμ, λεγων? Ιδου, ηλθεν ο Κυριος με μυριαδας αγιων αυτου,
15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πᾶσαν ψυχὴν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.15 δια να καμη κρισιν κατα παντων και να ελεγξη παντας τους ασεβεις εξ αυτων δια παντα τα εργα της ασεβειας αυτων, τα οποια επραξαν και δια παντα τα σκληρα, τα οποια ελαλησαν κατ' αυτου αμαρτωλοι ασεβεις.
16 οὗτοί εἰσιν γογγυσταὶ μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας ἑαυτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.16 Ουτοι ειναι γογγυσται, μεμψιμοιροι, περιπατουντες κατα τας επιθυμιας αυτων, και το στομα αυτων λαλει υπερηφανα, και κολακευουσι προσωπα χαριν ωφελειας.
17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ17 Αλλα σεις, αγαπητοι, ενθυμηθητε τους λογους τους προειρημενους υπο των αποστολων του Κυριου ημων Ιησου Χριστου,
18 ὅτι ἔλεγον ὑμῖν ἐπ’ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.18 οτι σας ελεγον οτι εν εσχατω καιρω θελουσιν εισθαι εμπαικται, περιπατουντες κατα τας ασεβεις επιθυμιας αυτων.
19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.19 Ουτοι ειναι οι αποχωριζοντες εαυτους, ζωωδεις, Πνευμα μη εχοντες.
20 Ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,20 Σεις ομως, αγαπητοι, εποικοδομουντες εαυτους επι την αγιωτατην πιστιν σας, προσευχομενοι εν Πνευματι Αγιω,
21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.21 φυλαξατε εαυτους εις την αγαπην του Θεου, προσμενοντες το ελεος του Κυριου ημων Ιησου Χριστου, εις ζωην αιωνιον.
22 καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,22 Και αλλους μεν ελεειτε, καμνοντες διακρισιν,
23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.23 αλλους δε σωζετε μετα φοβου, αρπαζοντες αυτους εκ του πυρος, μισουντες και τον χιτωνα τον μεμολυσμενον απο της σαρκος.
24 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,24 Εις δε τον δυναμενον να σας φυλαξη απταιστους και να σας στηση κατενωπιον της δοξης αυτου αμωμους εν αγαλλιασει,
25 μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας, ἀμήν.25 εις τον μονον σοφον Θεον τον σωτηρα ημων, ειη δοξα και μεγαλωσυνη, κρατος και εξουσια και νυν και εις παντας τους αιωνας? αμην.