1 John - Prima lettera di Giovanni 3
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | GREEK BIBLE |
---|---|
1 Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατήρ, ἵνα τέκνα θεοῦ κληθῶμεν, καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν. | 1 Ιδετε οποιαν αγαπην εδωκεν εις ημας ο Πατηρ, ωστε να ονομασθωμεν τεκνα Θεου. Δια τουτο ο κοσμος δεν γνωριζει ημας, διοτι δεν εγνωρισεν αυτον. |
2 ἀγαπητοὶ νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτόν, καθώς ἐστιν. | 2 Αγαπητοι, τωρα ειμεθα τεκνα Θεου, και ετι δεν εφανερωθη τι θελομεν εισθαι? εξευρομεν ομως οτι οταν φανερωθη, θελομεν εισθαι ομοιοι με αυτον, διοτι θελομεν ιδει αυτον καθως ειναι. |
3 καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν. | 3 Και πας οστις εχει την ελπιδα ταυτην επ' αυτον καθαριζει εαυτον, καθως εκεινος ειναι καθαρος. |
4 Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. | 4 Πας οστις πραττει την αμαρτιαν πραττει και την ανομιαν, διοτι η αμαρτια ειναι η ανομια. |
5 καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν. | 5 Και εξευρετε οτι εκεινος εφανερωθη δια να σηκωση τας αμαρτιας ημων, και αμαρτια εν αυτω δεν υπαρχει. |
6 πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν. | 6 Πας οστις μενει εν αυτω δεν αμαρτανει? πας ο αμαρτανων δεν ειδεν αυτον ουδε εγνωρισεν αυτον. |
7 Παιδία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· | 7 Τεκνια, ας μη σας πλανα μηδεις? οστις πραττει την δικαιοσυνην ειναι δικαιος, καθως εκεινος ειναι δικαιος? |
8 ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. | 8 οστις πραττει την αμαρτιαν ειναι εκ του διαβολου, διοτι απ' αρχης ο διαβολος αμαρτανει. Δια τουτο εφανερωθη ο Υιος του Θεου, δια να καταστρεψη τα εργα του διαβολου. |
9 Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. | 9 Πας οστις εγεννηθη εκ του Θεου αμαρτιαν δεν πραττει, διοτι σπερμα αυτου μενει εν αυτω? και δεν δυναται να αμαρτανη, διοτι εγεννηθη εκ του Θεου. |
10 ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. | 10 Εν τουτω γνωριζονται τα τεκνα του Θεου και τα τεκνα του διαβολου. Πας οστις δεν πραττει δικαιοσυνην δεν ειναι εκ του Θεου, ουδε οστις δεν αγαπα τον αδελφον αυτου. |
11 Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους, | 11 Διοτι αυτη ειναι η παραγγελια, την οποιαν ηκουσατε απ' αρχης, να αγαπωμεν αλληλους? |
12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. | 12 ουχι καθως ο Καιν ητο εκ του πονηρου και εσφαξε τον αδελφον αυτου? και δια τι εσφαξεν αυτον; διοτι τα εργα αυτου ησαν πονηρα, τα δε του αδελφου αυτου δικαια. |
13 Καὶ μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. | 13 Μη θαυμαζετε, αδελφοι μου, αν ο κοσμος σας μιση. |
14 ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ. | 14 ημεις εξευρομεν οτι μετεβημεν εκ του θανατου εις την ζωην, διοτι αγαπωμεν τους αδελφους? οστις δεν αγαπα τον αδελφον μενει εν τω θανατω. |
15 πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν. | 15 Πας οστις μισει τον αδελφον αυτου ειναι ανθρωποκτονος? και εξευρετε οτι πας ανθρωποκτονος δεν εχει ζωην αιωνιον μενουσαν εν εαυτω. |
16 ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν, καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι. | 16 Εκ τουτου γνωριζομεν την αγαπην, οτι εκεινος υπερ ημων την ψυχην αυτου εβαλε? και ημεις χρεωστουμεν υπερ των αδελφων να βαλλωμεν τας ψυχας ημων. |
17 ὃς δ’ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ; | 17 Οστις ομως εχη τον βιον του κοσμου και θεωρη τον αδελφον αυτου οτι εχει χρειαν και κλειση τα σπλαγχνα αυτου απ' αυτου, πως η αγαπη του Θεου μενει εν αυτω; |
18 Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ, ἀλλ’ ἐν ἔργῳ καὶ ἀληθείᾳ, | 18 Τεκνια μου, μη αγαπωμεν με λογον μηδε με γλωσσαν, αλλα με εργον και αληθειαν. |
19 καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν. Καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν, | 19 Και εκ τουτου γνωριζομεν οτι ειμεθα εκ της αληθειας, και θελομεν πληροφορησει τας καρδιας ημων εμπροσθεν αυτου, |
20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. | 20 διοτι εαν μας κατακρινη η καρδια, βεβαιως ο Θεος ειναι μεγαλητερος της καρδιας ημων και γνωριζει τα παντα. |
21 Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ, παρρησίαν ἔχομεν πρὸς τὸν θεὸν | 21 Αγαπητοι, εαν η καρδια ημων δεν μας κατακρινη, εχομεν παρρησιαν προς τον Θεον, |
22 καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν ἀπ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. | 22 και ο, τι αν ζητωμεν λαμβανομεν παρ' αυτου, διοτι φυλαττομεν τας εντολας αυτου και πραττομεν τα αρεστα ενωπιον αυτου. |
23 Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν. | 23 Και αυτη ειναι η εντολη αυτου, το να πιστευσωμεν εις το ονομα του Υιου αυτου Ιησου Χριστου και να αγαπωμεν αλληλους καθως εδωκεν εντολην εις ημας. |
24 καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν. | 24 Και οστις φυλαττει τας εντολας αυτου μενει εν αυτω, και αυτος εν εκεινω. Και εκ τουτου γνωριζομεν οτι μενει εν ημιν, εκ του Πνευματος το οποιον εδωκεν εις ημας. |