Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Lettera di Giacomo - James 5


font
LXXGREEK BIBLE
1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.1 Ελθετε τωρα οι πλουσιοι, κλαυσατε ολολυζοντες δια τας επερχομενας ταλαιπωριας σας.
2 ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,2 Ο πλουτος σας εσαπη και τα ιματια σας εγειναν σκωληκοβρωτα,
3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.3 ο χρυσος σας και ο αργυρος εσκωριασε, και η σκωρια αυτων θελει εισθαι εις μαρτυριαν εναντιον σας και θελει φαγει τας σαρκας σας ως πυρ. Εθησαυρισατε δια τας εσχατας ημερας.
4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ’ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου σαβαὼθ εἰσεληλύθασιν.4 Ιδου, ο μισθος των εργατων των θερισαντων τα χωραφια σας, τον οποιον εστερηθησαν απο σας, κραζει, και αι κραυγαι των θερισαντων εισηλθον εις τα ωτα Κυριου Σαβαωθ.
5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς,5 Ετρυφησατε επι της γης και εσπαταλησατε, εθρεψατε τας καρδιας σας ως εν ημερα σφαγης.
6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.6 Κατεδικασατε, εφονευσατε τον δικαιον? δεν σας αντιστεκεται.
7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ’ αὐτῷ, ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.7 Μακροθυμησατε λοιπον, αδελφοι, εως της παρουσιας του Κυριου. Ιδου, ο γεωργος περιμενει τον πολυτιμον καρπον της γης και μακροθυμει δι' αυτον, εωσου λαβη βροχην πρωιμον και οψιμον?
8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.8 μακροθυμησατε και σεις, στηριξατε τας καρδιας σας, διοτι η παρουσια του Κυριου επλησιασε.
9 μὴ στενάζετε, ἀδελφοί, κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.9 Μη στεναζετε κατ' αλληλων, αδελφοι, δια να μη κατακριθητε? ιδου, ο κριτης ισταται εμπροσθεν των θυρων.
10 ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου.10 Λαβετε, αδελφοι μου, παραδειγμα της κακοπαθειας και της μακροθυμιας τους προφητας, οιτινες ελαλησαν εν τω ονοματι του Κυριου.
11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων.11 Ιδου, μακαριζομεν τους υπομενοντας? ηκουσατε την υπομονην του Ιωβ και ειδετε το τελος του Κυριου, οτι ειναι πολυευσπλαγχνος ο Κυριος και οικτιρμων.
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.12 Προ παντων δε, αδελφοι μου, μη ομνυετε μητε τον ουρανον μητε την γην μητε αλλον τινα ορκον? αλλ' εστω υμων το ναι ναι, και το ου, δια να μη πεσητε υπο κρισιν.
13 Κακοπαθεῖ τις ἐν ὑμῖν, προσευχέσθω· εὐθυμεῖ τις, ψαλλέτω·13 Κακοπαθει τις μεταξυ σας; ας προσευχηται? ευθυμει τις; ας ψαλλη.
14 ἀσθενεῖ τις ἐν ὑμῖν, προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου.14 Ασθενει τις μεταξυ σας; ας προσκαλεση τους πρεσβυτερους της εκκλησιας, και ας προσευχηθωσιν επ' αυτον, αλειψαντες αυτον με ελαιον εν τω ονοματι του Κυριου.
15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.15 Και η μετα πιστεως ευχη θελει σωσει τον πασχοντα, και ο Κυριος θελει εγειρει αυτον? και αμαρτιας αν επραξε, θελουσι συγχωρηθη εις αυτον.
16 ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.16 Εξομολογεισθε εις αλληλους τα πταισματα σας και ευχεσθε υπερ αλληλων, δια να ιατρευθητε? πολυ ισχυει η δεησις του δικαιου ενθερμως γενομενη.
17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·17 Ο Ηλιας ητο ανθρωπος ομοιοπαθης με ημας και προσηυχηθη ενθερμως να μη βρεξη, και δεν εβρεξεν επι της γης ετη τρια και μηνας εξ?
18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.18 και παλιν προσηυχηθη, και ο ουρανος εδωκε βροχην και η γη εβλαστησε τον καρπον αυτης.
19 Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν,19 Αδελφοι, εαν τις μεταξυ σας αποπλανηθη απο της αληθειας, και επιστρεψη τις αυτον,
20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.20 ας εξευρη οτι ο επιστρεψας αμαρτωλον απο της πλανης της οδου αυτου θελει σωσει ψυχην εκ θανατου και θελει καλυψει και πληθος αμαρτιων.