Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera agli Ebrei - Hebrews 10


font
LXXGREEK BIBLE
1 Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι·1 Διοτι ο νομος, εχων σκιαν των μελλοντων αγαθων, ουχι αυτην την εικονα των πραγματων, δεν δυναται ποτε δια των αυτων θυσιων, τας οποιας προσφερουσι κατ' ενιαυτον παντοτε να τελειοποιηση τους προσερχομενους?
2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους;2 επειδη τοτε δεν ηθελον παυσει να προσφερωνται, διοτι οι λατρευται απαξ καθαρισθεντες, δεν ηθελον εχει πλεον ουδεμιαν συνειδησιν αμαρτιων?
3 ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν·3 αλλ' εν αυταις γινεται κατ' ενιαυτον αναμνησις αμαρτιων?
4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.4 διοτι αδυνατον ειναι αιμα ταυρων και τραγων να αφαιρη αμαρτιας.
5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει·
θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,
σῶμα δὲ κατηρτίσω μοι·
5 Δια τουτο εισερχομενος εις τον κοσμον, λεγει? Θυσιαν και προσφοραν δεν ηθελησας, αλλ' ητοιμασας εις εμε σωμα?
6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.6 εις ολοκαυτωματα και προσφορας περι αμαρτιας δεν ευηρεστηθης?
7 τότε εἶπον· ἰδοὺ ἥκω,
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ,
τοῦ ποιῆσαι ὁ θεὸς τὸ θέλημά σου.
7 τοτε ειπον? Ιδου, ερχομαι, εν τω τομω του βιβλιου ειναι γεγραμμενον περι εμου, δια να καμω, ω Θεε, το θελημα σου.
8 ἀνώτερον λέγων ὅτι
θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας
οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας,
αἵτινες κατὰ νόμον προσφέρονται,
8 Αφου ειπεν ανωτερω οτι θυσιαν και προσφοραν και ολοκαυτωματα και προσφορας περι αμαρτιας δεν ηθελησας ουδε ευηρεστηθης εις αυτας, αιτινες προσφερονται κατα τον νομον,
9 τότε εἴρηκεν· ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ,9 τοτε ειπεν? Ιδου, ερχομαι δια να καμω, ω Θεε, το θελημα σου. Αναιρει το πρωτον, δια να συστηση το δευτερον.
10 ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.10 Με το οποιον θελημα ειμεθα ηγιασμενοι δια της προσφορας του σωματος του Ιησου Χριστου απαξ γενομενης.
11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας,11 Και πας μεν ιερευς ισταται καθ' ημεραν λειτουργων και τας αυτας πολλακις προσφερων θυσιας, αιτινες ποτε δεν δυνανται να αφαιρεσωσιν αμαρτιας?
12 οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,12 αλλ' αυτος αφου προσεφερε μιαν θυσιαν υπερ αμαρτιων, εκαθησε διαπαντος εν δεξια του Θεου,
13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.13 προσμενων του λοιπου εωσου τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου.
14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.14 Διοτι με μιαν προσφοραν ετελειοποιησε δια παντος τους αγιαζομενους.
15 Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ εἰρηκέναι·15 Μαρτυρει δε εις ημας και το Πνευμα το Αγιον? διοτι αφου ειπε προτερον,
16 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος·
διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν
καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,
16 Αυτη ειναι η διαθηκη, την οποιαν θελω καμει προς αυτους μετα τας ημερας εκεινας, λεγει ο Κυριος? Θελω δωσει τους νομους μου εις τας καρδιας αυτων και θελω γραψει αυτους επι των διανοιων αυτων, προσθετει,
17 καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν
οὐ μὴ μνησθήσομαι ἔτι.
17 Και τας αμαρτιας αυτων και τας ανομιας αυτων δεν θελω ενθυμεισθαι πλεον.
18 ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.18 Οπου δε ειναι αφεσις τουτων, δεν ειναι πλεον προσφορα περι αμαρτιας.
19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,19 Εχοντες λοιπον, αδελφοι, παρρησιαν να εισελθωμεν εις τα αγια δια του αιματος του Ιησου,
20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστιν τῆς σαρκὸς αὐτοῦ,20 δια νεας και ζωσης οδου, την οποιαν καθιερωσεν εις ημας δια του καταπετασματος, τουτεστι της σαρκος αυτου,
21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,21 και εχοντες ιερεα μεγαν επι τον οικον του Θεου,
22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ·22 ας πλησιαζωμεν μετα αληθινης καρδιας εν πληροφορια πιστεως, εχοντες τας καρδιας ημων κεκαθαρμενας απο συνειδησεως πονηρας και λελουμενοι το σωμα με υδωρ καθαρον?
23 κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος,23 ας κρατωμεν την ομολογιαν της ελπιδος ασαλευτον? διοτι πιστος ο υποσχεθεις?
24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,24 και ας φροντιζωμεν περι αλληλων, παρακινουντες εις αγαπην και καλα εργα,
25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.25 μη αφινοντες το να συνερχωμεθα ομου, καθως ειναι συνηθεια εις τινας, αλλα προτρεποντες αλληλους, και τοσουτω μαλλον, οσον βλεπετε πλησιαζουσαν την ημεραν.
26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,26 Διοτι εαν ημεις αμαρτανωμεν εκουσιως, αφου ελαβομεν την γνωσιν της αληθειας, δεν απολειπεται πλεον θυσια περι αμαρτιων,
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.27 αλλα φοβερα τις απεκδοχη κρισεως και εξαψις πυρος, το οποιον μελλει να κατατρωγη τους εναντιους.
28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·28 Εαν τις αθετηση τον νομον του Μωυσεως, επι δυο η τριων μαρτυρων αποθνησκει χωρις ελεος?
29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας;29 ποσον στοχαζεσθε χειροτερας τιμωριας θελει κριθη αξιος ο καταπατησας τον Υιον του Θεου και νομισας κοινον το αιμα της διαθηκης, με το οποιον ηγιασθη, και υβρισας το Πνευμα της χαριτος;
30 οἴδαμεν γὰρ τὸν εἰπόντα·
ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω.
καὶ πάλιν·
κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ.
30 Διοτι εξευρομεν τον ειποντα? Εις εμε ανηκει η εκδικησις, εγω θελω καμει ανταποδοσιν, λεγει Κυριος? και παλιν? Ο Κυριος θελει κρινει τον λαον αυτου.
31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.31 Φοβερον ειναι το να πεση τις εις χειρας Θεου ζωντος.
32 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,32 Αναφερετε δε εις την μνημην σας τας προτερας ημερας, εν αις αφου εφωτισθητε, υπεμεινατε μεγαν αγωνα παθηματων?
33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες.33 ποτε μεν θεατριζομενοι με ονειδισμους και θλιψεις, ποτε δε γινομενοι κοινωνοι των τα τοιαυτα παθοντων.
34 καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν.34 Διοτι εδειξατε συμπαθειαν εις τα δεσμα μου και εδεχθητε μετα χαρας την αρπαγην των υπαρχοντων σας, εξευροντες οτι εχετε εις εαυτους περιουσιαν εν ουρανοις καλητεραν και διαμενουσαν.
35 Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν.35 Μη αποβαλητε λοιπον την παρρησιαν σας, ητις εχει μισθαποδοσιαν μεγαλην.
36 ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.36 Διοτι εχετε χρειαν υπομονης, δια να καμητε το θελημα του Θεου και να λαβητε την επαγγελιαν.
37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον,
ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·
37 Διοτι ετι ολιγον καιρον, και θελει ελθει ο ερχομενος και δεν θελει βραδυνει.
38 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται,
καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
38 Ο δε δικαιος θελει ζησει εκ πιστεως? και εαν τις συρθη οπισω, η ψυχη μου δεν ευαρεστειται εις αυτον.
39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.39 ημεις ομως δεν ειμεθα εκ των συρομενων οπισω προς απωλειαν, αλλ' εκ των πιστευοντων προς σωτηριαν της ψυχης.