Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Seconda lettera a Timoteo - 2 Timothy 3


font
LXXGREEK BIBLE
1 Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί·1 Γινωσκε δε τουτο, οτι εν ταις εσχαταις ημεραις θελουσιν ελθει καιροι κακοι?
2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι ἀνόσιοι2 διοτι θελουσιν εισθαι οι ανθρωποι φιλαυτοι, φιλαργυροι, αλαζονες, υπερηφανοι, βλασφημοι, απειθεις εις τους γονεις, αχαριστοι, ανοσιοι,
3 ἄστοργοι ἄσπονδοι διάβολοι ἀκρατεῖς ἀνήμεροι ἀφιλάγαθοι3 ασπλαγχνοι, αδιαλλακτοι, συκοφανται, ακρατεις, ανημεροι, αφιλαγαθοι,
4 προδόται προπετεῖς τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,4 προδοται, προπετεις, τετυφωμενοι, φιληδονοι μαλλον παρα φιλοθεοι,
5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου.5 εχοντες μεν μορφην ευσεβειας, ηρνημενοι δε την δυναμιν αυτης. Και τουτους φευγε.
6 Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις,6 Διοτι εκ τουτων ειναι εκεινοι, οιτινες εισχωρουσιν εις τας οικιας και αιχμαλωτιζουσι τα γυναικαρια τα πεφορτισμενα αμαρτιας, συρομενα υπο διαφορων επιθυμιων,
7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.7 τα οποια παντοτε μανθανουσι και ποτε δεν δυνανται να ελθωσιν εις την γνωσιν της αληθειας.
8 ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.8 Και καθ' ον τροπον ο Ιαννης και Ιαμβρης αντεστησαν εις τον Μωυσην, ουτω και αυτοι ανθιστανται εις την αληθειαν, ανθρωποι διεφθαρμενοι τον νουν, αδοκιμοι εις την πιστιν.
9 ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.9 Αλλα δεν θελουσι προκοψει πλειοτερον? διοτι η ανοησια αυτων θελει γεινει καταδηλος εις παντας, καθως και η εκεινων εγεινε.
10 Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,10 Συ ομως παρηκολουθησας την διδασκαλιαν μου, την διαγωγην, την προθεσιν, την πιστιν, την μακροθυμιαν, την αγαπην, την υπομονην,
11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος.11 τους διωγμους, τα παθηματα, οποια μοι συνεβησαν εν Αντιοχεια, εν Ικονιω, εν Λυστροις? οποιους διωγμους υπεφερα, και εκ παντων με ηλευθερωσεν ο Κυριος.
12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.12 Και παντες δε οι θελοντες να ζωσιν ευσεβως εν Χριστω Ιησου θελουσι διωχθη.
13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι.13 Πονηροι δε ανθρωποι και γοητες θελουσι προκοψει εις το χειρον, πλανωντες και πλανωμενοι.
14 Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἔμαθες,14 Αλλα συ μενε εις εκεινα, τα οποια εμαθες και επιστωθης, εξευρων παρα τινος εμαθες,
15 καὶ ὅτι ἀπὸ βρέφους [τὰ] ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.15 και οτι απο βρεφους γνωριζεις τα ιερα γραμματα, τα δυναμενα να σε σοφισωσιν εις σωτηριαν δια της πιστεως της εν Χριστω Ιησου.
16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,16 Ολη η γραφη ειναι θεοπνευστος και ωφελιμος προς διδασκαλιαν, προς ελεγχον, προς επανορθωσιν, προς εκπαιδευσιν την μετα της δικαιοσυνης,
17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.17 δια να ηναι τελειος ο ανθρωπος του Θεου, ητοιμασμενος εις παν εργον αγαθον.