1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, | 1 Now the Spirit explicitly says that in the last times some will turn away from the faith by paying attention to deceitful spirits and demonic instructions |
2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, | 2 through the hypocrisy of liars with branded consciences. |
3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν. | 3 They forbid marriage and require abstinence from foods that God created to be received with thanksgiving by those who believe and know the truth. |
4 ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· | 4 For everything created by God is good, and nothing is to be rejected when received with thanksgiving, |
5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. | 5 for it is made holy by the invocation of God in prayer. |
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας· | 6 If you will give these instructions to the brothers, you will be a good minister of Christ Jesus, nourished on the words of the faith and of the sound teaching you have followed. |
7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· | 7 Avoid profane and silly myths. Train yourself for devotion, |
8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. | 8 for, while physical training is of limited value, devotion is valuable in every respect, since it holds a promise of life both for the present and for the future. |
9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· | 9 This saying is trustworthy and deserves full acceptance. |
10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν. | 10 For this we toil and struggle, because we have set our hope on the living God, who is the savior of all, especially of those who believe. |
11 Παράγγελλε ταῦτα καὶ δίδασκε. | 11 Command and teach these things. |
12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. | 12 Let no one have contempt for your youth, but set an example for those who believe, in speech, conduct, love, faith, and purity. |
13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. | 13 Until I arrive, attend to the reading, exhortation, and teaching. |
14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. | 14 Do not neglect the gift you have, which was conferred on you through the prophetic word with the imposition of hands of the presbyterate. |
15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. | 15 Be diligent in these matters, be absorbed in them, so that your progress may be evident to everyone. |
16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. | 16 Attend to yourself and to your teaching; persevere in both tasks, for by doing so you will save both yourself and those who listen to you. |