Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Seconda lettera ai Tessalonicesi - 2 Thessalonians 2


font
LXXGREEK BIBLE
1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν1 Σας παρακαλουμεν δε, αδελφοι, περι της παρουσιας του Κυριου ημων Ιησου Χριστου και της εις αυτον επισυναξεως ημων,
2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου·2 να μη σαλευθητε ταχεως απο του φρονηματος σας, μηδε να θορυβησθε, μητε δια πνευματος μητε δια λογου μητε δι' επιστολης ως γραφομενης υφ' ημων, οτι ταχα επλησιασεν ημερα του Χριστου.
3 Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον. ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας,3 Ας μη σας εξαπατηση τις κατ' ουδενα τροπον? διοτι δεν θελει ελθει η ημερα εκεινη, εαν δεν ελθη πρωτον η αποστασια και αποκαλυφθη ο ανθρωπος της αμαρτιας, ο υιος της απωλειας,
4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν θεός.4 ο αντικειμενος και υπεραιρομενος εναντιον εις παντα λεγομενον Θεον η σεβασμα, ωστε να καθηση εις τον ναον του Θεου ως Θεος, αποδεικνυων εαυτον οτι ειναι Θεος.
5 Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;5 Δεν ενθυμεισθε οτι ενω ημην ετι παρ' υμιν σας ελεγον ταυτα;
6 καὶ νῦν τὸ κατέχον οἴδατε εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.6 Και τωρα γνωριζετε εκεινο, το οποιον κωλυει αυτον, ωστε να αποκαλυφθη εν τω εαυτου καιρω?
7 τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.7 διοτι το μυστηριον της ανομιας ηδη ενεργειται, μονον εως να εκβληθη εκ μεσου ο κωλυων τωρα?
8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος [Ἰησοῦς] ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,8 και τοτε θελει αποκαλυφθη ο ανομος, τον οποιον ο Κυριος θελει απολεσει με το πνευμα του στοματος αυτου και θελει εξαφανισει με την επιφανειαν της παρουσιας αυτου?
9 οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους9 οστις θελει ελθει κατ' ενεργειαν του Σατανα εν παση δυναμει και σημειοις και τερασι ψευδους
10 καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς.10 και εν παση απατη της αδικιας μεταξυ των απολλυμενων, διοτι δεν εδεχθησαν την αγαπην της αληθειας δια να σωθωσι?
11 καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,11 και δια τουτο θελει πεμψει επ' αυτους ο Θεος ενεργειαν πλανης, ωστε να πιστευσωσιν εις το ψευδος,
12 ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ.12 δια να κατακριθωσι παντες οι μη πιστευσαντες εις την αληθειαν, αλλ' ευαρεστηθεντες εις την αδικιαν.
13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,13 ημεις ομως οφειλομεν να ευχαριστωμεν παντοτε τον Θεον δια σας, αδελφοι ηγαπημενοι υπο του Κυριου, οτι σας εξελεξεν ο Θεος απ' αρχης εις σωτηριαν δια του αγιασμου του Πνευματος και της πιστεως της αληθειας,
14 εἰς ὃ [καὶ] ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.14 εις τον οποιον σας εκαλεσε δια του ευαγγελιου ημων προς απολαυσιν της δοξης του Κυριου ημων Ιησου Χριστου.
15 Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν.15 Λοιπον, αδελφοι, μενετε σταθεροι και κρατειτε τας παραδοσεις, τας οποιας εδιδαχθητε ειτε δια λογου ειτε δι' επιστολης ημων.
16 Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ [ὁ] θεὸς ὁ πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι,16 Αυτος δε ο Κυριος ημων Ιησους Χριστος και ο Θεος και Πατηρ ημων, οστις μας ηγαπησε και εδωκεν αιωνιαν παρηγοριαν και αγαθην ελπιδα δια της χαριτος,
17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.17 ειθε να παρηγορηση τας καρδιας σας και να σας στηριξη εις παντα λογον και εργον αγαθον.