Lettera ai Filippesi - Philippians 2
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | NEW AMERICAN BIBLE |
---|---|
1 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, | 1 If there is any encouragement in Christ, any solace in love, any participation in the Spirit, any compassion and mercy, |
2 πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, | 2 complete my joy by being of the same mind, with the same love, united in heart, thinking one thing. |
3 μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, | 3 Do nothing out of selfishness or out of vainglory; rather, humbly regard others as more important than yourselves, |
4 μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες ἀλλὰ [καὶ] τὰ ἑτέρων ἕκαστοι. | 4 each looking out not for his own interests, but (also) everyone for those of others. |
5 Τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, | 5 Have among yourselves the same attitude that is also yours in Christ Jesus, |
6 ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, | 6 Who, though he was in the form of God, did not regard equality with God something to be grasped. |
7 ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος | 7 Rather, he emptied himself, taking the form of a slave, coming in human likeness; and found human in appearance, |
8 ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. | 8 he humbled himself, becoming obedient to death, even death on a cross. |
9 διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, | 9 Because of this, God greatly exalted him and bestowed on him the name that is above every name, |
10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων | 10 that at the name of Jesus every knee should bend, of those in heaven and on earth and under the earth, |
11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. | 11 and every tongue confess that Jesus Christ is Lord, to the glory of God the Father. |
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· | 12 So then, my beloved, obedient as you have always been, not only when I am present but all the more now when I am absent, work out your salvation with fear and trembling. |
13 θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. | 13 For God is the one who, for his good purpose, works in you both to desire and to work. |
14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, | 14 Do everything without grumbling or questioning, |
15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, | 15 that you may be blameless and innocent, children of God without blemish in the midst of a crooked and perverse generation, among whom you shine like lights in the world, |
16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. | 16 as you hold on to the word of life, so that my boast for the day of Christ may be that I did not run in vain or labor in vain. |
17 Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· | 17 But, even if I am poured out as a libation upon the sacrificial service of your faith, I rejoice and share my joy with all of you. |
18 τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. | 18 In the same way you also should rejoice and share your joy with me. |
19 Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. | 19 I hope, in the Lord Jesus, to send Timothy to you soon, so that I too may be heartened by hearing news of you. |
20 οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· | 20 For I have no one comparable to him for genuine interest in whatever concerns you. |
21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. | 21 For they all seek their own interests, not those of Jesus Christ. |
22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. | 22 But you know his worth, how as a child with a father he served along with me in the cause of the gospel. |
23 τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· | 23 He it is, then, whom I hope to send as soon as I see how things go with me, |
24 πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. | 24 but I am confident in the Lord that I myself will also come soon. |
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, | 25 With regard to Epaphroditus, my brother and co-worker and fellow soldier, your messenger and minister in my need, I consider it necessary to send him to you. |
26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησεν. | 26 For he has been longing for all of you and was distressed because you heard that he was ill. |
27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ· ἀλλ’ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. | 27 He was indeed ill, close to death; but God had mercy on him, not just on him but also on me, so that I might not have sorrow upon sorrow. |
28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. | 28 I send him therefore with the greater eagerness, so that, on seeing him, you may rejoice again, and I may have less anxiety. |
29 προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, | 29 Welcome him then in the Lord with all joy and hold such people in esteem, |
30 ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. | 30 because for the sake of the work of Christ he came close to death, risking his life to make up for those services to me that you could not perform. |