Scrutatio

Giovedi, 16 maggio 2024 - San Simone Stock ( Letture di oggi)

Seconda lettera ai Corinzi - 2 Corinthians 11


font
LXXGREEK BIBLE
1 Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.1 Ειθε να υποφερητε ολιγον τι την αφροσυνην μου? αλλα και υποφερετε με.
2 ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·2 Διοτι ειμαι ζηλοτυπος προς εσας κατα ζηλοτυπιαν Θεου? επειδη σας ηρραρωνισα με ενα ανδρα, δια να σας παραστησω παρθενον αγνην εις τον Χριστον.
3 φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [καὶ τῆς ἁγνότητος] τῆς εἰς τὸν Χριστόν.3 φοβουμαι ομως μηπως, καθως ο οφις εξηπατησε την Ευαν δια της πανουργιας αυτου, διαφθαρη ουτως ο νους σας, εκπεσων απο της απλοτητος της εις τον Χριστον.
4 εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε.4 Διοτι εαν ο ερχομενος κηρυττη προς εσας αλλον Ιησουν, τον οποιον ημεις δεν εκηρυξαμεν, η λαμβανητε αλλο πνευμα, το οποιον δεν ελαβετε, η αλλο ευαγγελιον, το οποιον δεν εδεχθητε, καλως ηθελετε υποφερει αυτον.
5 Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων.5 Αλλα στοχαζομαι οτι δεν ειμαι εις ουδεν κατωτερος των πρωτιστων αποστολων.
6 εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει, ἀλλ’ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.6 Εαν δε και ημαι ιδιωτης κατα τον λογον, αλλ' ουχι κατα την γνωσιν, αλλ' εν παντι τροπω εφανερωθημεν κατα παντα εις εσας.
7 Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;7 Η επραξα αμαρτιαν ταπεινονων εμαυτον δια να υψωθητε σεις, διοτι σας εκηρυξα δωρεαν το ευαγγελιον του Θεου;
8 ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν,8 Αλλας εκκλησιας εγυμνωσα λαβων τα αναγκαια δια την υπηρεσιαν σας,
9 καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας, καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.9 και οτε ημην παρων εις εσας και εστερηθην, δεν κατεβαρυνα ουδενα? διοτι την στερησιν μου προσανεπληρωσαν οι αδελφοι ελθοντες απο Μακεδονιας? και κατα παντα εφυλαξα εμαυτον και θελω φυλαξει αβαρη προς εσας.
10 ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας.10 Ειναι αληθεια του Χριστου εν εμοι οτι η καυχησις αυτη δεν θελει αποκλεισθη εις εμε εν τοις τοποις της Αχαιας.
11 διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ θεὸς οἶδεν.11 Δια τι; διοτι δεν σας αγαπω; ο Θεος γινωσκει.
12 Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.12 Ο, τι δε καμνω, τουτο και θελω καμνει, δια να εκκοψω την αφορμην των θελοντων αφορμην, ινα ευρεθωσιν εις εκεινο, δια το οποιον καυχωνται, τοιουτοι καθως και ημεις.
13 οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.13 Διοτι οι τοιουτοι ειναι ψευδαποστολοι, εργαται δολιοι, μετασχηματιζομενοι εις αποστολους Χριστου.
14 καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.14 Και ουδεν θαυμαστον? διοτι αυτος ο Σατανας μετασχηματιζεται εις αγγελον φωτος.
15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.15 Δεν ειναι λοιπον μεγα αν και οι διακονοι αυτου μετασχηματιζωνται εις διακονους δικαιοσυνης, των οποιων το τελος θελει εισθαι κατα τα εργα αυτων.
16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.16 Παλιν λεγω, Μηδεις ας μη με στοχασθη οτι ειμαι αφρων? ει δε μη, δεχθητε με καν ως αφρονα, δια να καυχηθω και εγω ολιγον τι.
17 ὃ λαλῶ, οὐ κατὰ κύριον λαλῶ ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.17 Ο, τι λαλω, εις τουτο το θαρρος της καυχησεως, δεν λαλω κατα τον Κυριον, αλλ' ως αφρων.
18 ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι.18 Επειδη πολλοι καυχωνται κατα την σαρκα, θελω καυχηθη και εγω.
19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·19 Διοτι σεις ευχαριστως υποφερετε τους αφρονας, οντες φρονιμοι?
20 ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.20 επειδη υποφερετε, εαν τις σας καταδουλονη, εαν τις σας κατατρωγη, εαν τις λαμβανη τα υμων, εαν τις επαιρηται, εαν τις σας κτυπα εις το προσωπον.
21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν.21 Κατα ατιμιαν λεγω, ως να ημεθα ημεις ασθενεις. Αλλ' εις ο, τι τολμα τις, αφρονως ομιλω, τολμω και εγω.
22 Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ.22 Εβραιοι ειναι; και εγω? Ισραηλιται ειναι; και εγω? σπερμα Αβρααμ ειναι; και εγω?
23 διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.23 υπηρεται του Χριστου ειναι; παραφρονων λαλω, πλειοτερον εγω? εις κοπους περισσοτερον, εις πληγας καθ' υπερβολην, εις φυλακας περισσοτερον, εις θανατους πολλακις.
24 Ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,24 υπο των Ιουδαιων πεντακις ελαβον πληγας τεσσαρακοντα παρα μιαν,
25 τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·25 τρις ερραβδισθην, απαξ ελιθοβοληθην, τρις εναυαγησα, εν ημερονυκτιον εν τω βυθω εκαμον.
26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις,26 εις οδοιποριας πολλακις, εις κινδυνους ποταμων, κινδυνους ληστων, κινδυνους εκ του γενους, κινδυνους εξ εθνων, κινδυνους εν πολει, κινδυνους εν ερημια, κινδυνους εν θαλασση, κινδυνους εν ψευδαδελφοις.
27 κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·27 εν κοπω και μοχθω, εν αγρυπνιαις πολλακις, εν πεινη και διψη, εν νηστειαις πολλακις, εν ψυχει και γυμνοτητι?
28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς μοι ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.28 εκτος των εξωτερικων ο καθ' ημεραν επικειμενος εις εμε αγων, η μεριμνα πασων των εκκλησιων.
29 τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;29 Τις ασθενει, και δεν ασθενω; τις σκανδαλιζεται, και εγω δεν φλεγομαι;
30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.30 Εαν πρεπη να καυχωμαι, θελω καυχηθη εις τα της ασθενειας μου.
31 ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.31 Ο Θεος και Πατηρ του Κυριου ημων Ιησου Χριστου, ο ων ευλογητος εις τους αιωνας, γνωριζει οτι δεν ψευδομαι.
32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με,32 Εν Δαμασκω ο εθναρχης του βασιλεως Αρετα εφρουρει την πολιν των Δαμασκηνων, θελων να με πιαση,
33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.33 και δια θυριδος απο του τειχους κατεβιβασθην εν κοφινω και εξεφυγον τας χειρας αυτου.