Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Prima lettera ai Corinzi - 1 Corinthians 15


font
LXXGREEK BIBLE
1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,1 Σας φανερονω δε, αδελφοι, το ευαγγελιον, το οποιον εκηρυξα προς εσας, το οποιον και παρελαβετε, εις το οποιον και ιστασθε,
2 δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.2 δια του οποιου και σωζεσθε, τινι τροπω σας εκηρυξα αυτο, αν φυλαττητε αυτο, εκτος εαν επιστευσατε ματαιως.
3 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς3 Διοτι παρεδωκα εις εσας εν πρωτοις εκεινο, το οποιον και παρελαβον, οτι ο Χριστος απεθανε δια τας αμαρτιας ημων κατα τας γραφας,
4 καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφὰς4 και οτι εταφη, και οτι ανεστη την τριτην ημεραν κατα τας γραφας,
5 καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα·5 και οτι εφανη εις τον Κηφαν, επειτα εις τους δωδεκα?
6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν·6 μετα ταυτα εφανη εις πεντακοσιους και επεκεινα αδελφους δια μιας, εκ των οποιων οι πλειοτεροι μενουσιν εως τωρα, τινες δε και εκοιμηθησαν?
7 ἔπειτα ὤφθη Ἰακώβῳ εἶτα τοῖς ἀποστόλοις πᾶσιν·7 επειτα εφανη εις τον Ιακωβον, επειτα εις παντας τους αποστολους?
8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.8 τελευταιον δε παντων εφανη και εις εμε ως εις εκτρωμα.
9 Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·9 Διοτι εγω ειμαι ο ελαχιστος των αποστολων, οστις δεν ειμαι αξιος να ονομαζωμαι αποστολος, διοτι κατεδιωξα την εκκλησιαν του Θεου?
10 χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλ’ ἡ χάρις τοῦ θεοῦ [ἡ] σὺν ἐμοί.10 αλλα χαριτι Θεου ειμαι οτι ειμαι? και η εις εμε χαρις αυτου δεν εγεινε ματαια, αλλα περισσοτερον αυτων παντων εκοπιασα, πλην ουχι εγω, αλλ' η χαρις του Θεου η μετ' εμου.
11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.11 Ειτε λοιπον εγω ειτε εκεινοι, ουτω κηρυττομεν και ουτως επιστευσατε.
12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;12 Εαν δε ο Χριστος κηρυττηται οτι ανεστη εκ νεκρων, πως τινες μεταξυ σας λεγουσιν οτι αναστασις νεκρων δεν ειναι;
13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·13 Και εαν αναστασις νεκρων δεν ηναι, ουδ' ο Χριστος ανεστη?
14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα [καὶ] τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν·14 και αν ο Χριστος δεν ανεστη, ματαιον αρα ειναι το κηρυγμα ημων, ματαια δε και η πιστις σας.
15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.15 Ευρισκομεθα δε και ψευδομαρτυρες του Θεου, διοτι εμαρτυρησαμεν περι του Θεου οτι ανεστησε τον Χριστον, τον οποιον δεν ανεστησεν, εαν καθ' υποθεσιν δεν ανασταινωνται νεκροι.
16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·16 Διοτι εαν δεν ανασταινωνται νεκροι, ουδ' ο Χριστος ανεστη?
17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν,17 αλλ' εαν ο Χριστος δεν ανεστη, ματαια η πιστις σας? ετι εισθε εν ταις αμαρτιαις υμων.
18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.18 Αρα και οι κοιμηθεντες εν Χριστω απωλεσθησαν.
19 εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.19 Εαν εν ταυτη τη ζωη μονον ελπιζωμεν εις τον Χριστον, ειμεθα ελεεινοτεροι παντων των ανθρωπων.
20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων.20 Αλλα τωρα ο Χριστος ανεστη εκ νεκρων, εγεινεν απαρχη των κεκοιμημενων.
21 ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.21 Διοτι επειδη ο θανατος ηλθε δι' ανθρωπου, ουτω και δι' ανθρωπου η αναστασις των νεκρων.
22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.22 Επειδη καθως παντες αποθνησκουσιν εν τω Αδαμ, ουτω και παντες θελουσι ζωοποιηθη εν τω Χριστω.
23 Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ,23 Εκαστος ομως κατα την ιδιαν αυτου ταξιν? ο Χριστος ειναι η απαρχη, επειτα οσοι ειναι του Χριστου εν τη παρουσια αυτου?
24 εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.24 Υστερον θελει εισθαι το τελος, οταν παραδωση την βασιλειαν εις τον Θεον και Πατερα, οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν.
25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.25 Διοτι πρεπει να βασιλευη εωσου θεση παντας τους εχθρους υπο τους ποδας αυτου.
26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·26 Εσχατος εχθρος καταργειται ο θανατος?
27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.27 διοτι παντα υπεταξεν υπο τους ποδας αυτου. Οταν δε ειπη οτι παντα ειναι υποτεταγμενα, φανερον οτι εξαιρειται ο υποταξας εις αυτον τα παντα.
28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε [καὶ] αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς [τὰ] πάντα ἐν πᾶσιν.28 Οταν δε υποταχθωσιν εις αυτον τα παντα, τοτε και αυτος ο Υιος θελει υποταχθη εις τον υποταξαντα εις αυτον τα παντα, δια να ηναι ο Θεος τα παντα εν πασιν.
29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;29 Επειδη τι θελουσι καμει οι βαπτιζομενοι υπερ των νεκρων, εαν τωοντι οι νεκροι δεν ανασταινωνται, δια τι και βαπτιζονται υπερ των νεκρων;
30 Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;30 δια τι και ημεις κινδυνευομεν πασαν ωραν;
31 καθ’ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, [ἀδελφοί], ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.31 Καθ' ημεραν αποθνησκω, μα την εις εσας καυχησιν μου, την οποιαν εχω εν Χριστω Ιησου τω Κυριω ημων.
32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.32 Εαν κατα ανθρωπον επολεμησα με θηρια εν Εφεσω, τι το οφελος εις εμε; αν οι νεκροι δεν ανασταινωνται, ας φαγωμεν και ας πιωμεν, διοτι αυριον αποθνησκομεν.
33 μὴ πλανᾶσθε·
φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
33 Μη πλανασθε? Φθειρουσι τα καλα ηθη αι κακαι συναναστροφαι.
34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν, πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.34 Συνελθετε εις εαυτους κατα το δικαιον και μη αμαρτανετε? διοτι τινες εχουσιν αγνωσιαν Θεου? προς εντροπην σας λεγω τουτο.
35 Ἀλλ’ ἐρεῖ τις· πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;35 Αλλα θελει τις ειπει? Πως ανασταινονται οι νεκροι; και με ποιον σωμα ερχονται;
36 ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·36 Αφρον, εκεινο το οποιον συ σπειρεις, δεν ζωογονειται εαν δεν αποθανη?
37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν·37 και εκεινο το οποιον σπειρεις, δεν σπειρεις το σωμα το οποιον μελλει να γεινη, αλλα γυμνον κοκκον, σιτου τυχον η τινος των λοιπων.
38 ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.38 Ο δε Θεος διδει εις αυτο σωμα καθως ηθελησε, και εις εκαστον των σπερματων το ιδιαιτερον αυτου σωμα.
39 Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σὰρξ ἀλλ’ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.39 Πασα σαρξ δεν ειναι η αυτη σαρξ, αλλα αλλη μεν σαρξ των ανθρωπων, αλλη δε σαρξ των κτηνων, αλλη δε των ιχθυων και αλλη των πτηνων.
40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ’ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.40 Ειναι και σωματα επουρανια και σωματα επιγεια? πλην αλλη μεν η δοξα των επουρανιων, αλλη δε η των επιγειων.
41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.41 Αλλη δοξα ειναι του ηλιου, και αλλη δοξα της σεληνης, και αλλη δοξα των αστερων? διοτι αστηρ διαφερει αστερος κατα την δοξαν.
42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·42 Ουτω και η αναστασις των νεκρων. Σπειρεται εν φθορα, ανισταται εν αφθαρσια?
43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·43 σπειρεται εν ατιμια, ανισταται εν δοξη? σπειρεται εν ασθενεια, ανισταται εν δυναμει?
44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.44 σπειρεται σωμα ζωικον, ανισταται σωμα πνευματικον. Ειναι σωμα ζωικον, και ειναι σωμα πνευματικον.
45 οὕτως καὶ γέγραπται· ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.45 Ουτως ειναι και γεγραμμενον? Ο πρωτος ανθρωπος Αδαμ εγεινεν εις ψυχην ζωσαν? ο εσχατος Αδαμ εις πνευμα ζωοποιουν.
46 ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.46 Πλην ουχι πρωτον το πνευματικον, αλλα το ζωικον, επειτα το πνευματικον.
47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.47 Ο πρωτος ανθρωπος ειναι εκ της γης χοικος, ο δευτερος ανθρωπος ο Κυριος εξ ουρανου.
48 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·48 Οποιος ο χοικος, τοιουτοι και οι χοικοι, και οποιος ο επουρανιος, τοιουτοι και οι επουρανιοι?
49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.49 και καθως εφορεσαμεν την εικονα του χοικου, θελομεν φορεσει και την εικονα του επουρανιου.
50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.50 Τουτο δε λεγω, αδελφοι, οτι σαρξ και αιμα βασιλειαν Θεου δεν δυνανται να κληρονομησωσιν, ουδε η φθορα κληρονομει την αφθαρσιαν.
51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,51 Ιδου, μυστηριον λεγω προς εσας? παντες μεν δεν θελομεν κοιμηθη, παντες ομως θελομεν μεταμορφωθη,
52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα.52 εν μια στιγμη, εν ριπη οφθαλμου, εν τη εσχατη σαλπιγγι? διοτι θελει σαλπισει, και οι νεκροι θελουσιν αναστηθη αφθαρτοι, και ημεις θελομεν μεταμορφωθη.
53 Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.53 Διοτι πρεπει το φθαρτον τουτο να ενδυθη αφθαρσιαν, και το θνητον τουτο να ενδυθη αθανασιαν.
54 ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος·
κατεπόθη ὁ θάνατος εἰς νῖκος.
54 Οταν δε το φθαρτον τουτο ενδυθη αφθαρσιαν και το θνητον τουτο ενδυθη αθανασιαν, τοτε θελει γεινει ο λογος ο γεγραμμενος? Κατεποθη ο θανατος εν νικη.
55 ποῦ σου, θάνατε, τὸ νῖκος;
ποῦ σου, θάνατε, τὸ κέντρον;
55 Που, θανατε, το κεντρον σου; που, αδη, η νικη σου;
56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·56 το δε κεντρον του θανατου ειναι η αμαρτια, και η δυναμις της αμαρτιας ο νομος.
57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.57 Αλλα χαρις εις τον Θεον, οστις διδει εις ημας την νικην δια του Κυριου ημων Ιησου Χριστου.
58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.58 Ωστε, αδελφοι μου αγαπητοι, γινεσθε στερεοι, αμετακινητοι, περισσευοντες παντοτε εις το εργον του Κυριου, γινωσκοντες οτι ο κοπος σας δεν ειναι ματαιος εν Κυριω.