1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. | 1 Now concerning spiritual things, my brethren, I would not have you ignorant. |
2 Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. | 2 You know that when you were heathens, you went to dumb idols, according as you were led. |
3 διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν· Κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. | 3 Wherefore I give you to understand, that no man, speaking by the Spirit of God, saith Anathema to Jesus. And no man can say the Lord Jesus, but by the Holy Ghost. |
4 Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· | 4 Now there are diversities of graces, but the same Spirit; |
5 καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· | 5 And there are diversities of ministries, but the same Lord; |
6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. | 6 And there are diversities of operations, but the same God, who worketh all in all. |
7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. | 7 And the manifestation of the Spirit is given to every man unto profit. |
8 ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, | 8 To one indeed, by the Spirit, is given the word of wisdom: and to another, the word of knowledge, according to the same Spirit; |
9 ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι, | 9 To another, faith in the same spirit; to another, the grace of healing in one Spirit; |
10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ [δὲ] προφητεία, ἄλλῳ [δὲ] διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· | 10 To another, the working of miracles; to another, prophecy; to another, the discerning of spirits; to another, diverse kinds of tongues; to another, interpretation of speeches. |
11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. | 11 But all these things one and the same Spirit worketh, dividing to every one according as he will. |
12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· | 12 For as the body is one, and hath many members; and all the members of the body, whereas they are many, yet are one body, so also is Christ. |
13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν. | 13 For in one Spirit were we all baptized into one body, whether Jews or Gentiles, whether bond or free; and in one Spirit we have all been made to drink. |
14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. | 14 For the body also is not one member, but many. |
15 ἐὰν εἴπῃ ὁ πούς· ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; | 15 If the foot should say, because I am not the hand, I am not of the body; is it therefore not of the body ? |
16 καὶ ἐὰν εἴπῃ τὸ οὖς· ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; | 16 And if the ear should say, because I am not the eye, I am not of the body; is it therefore not of the body ? |
17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; | 17 If the whole body were the eye, where would be the hearing? If the whole were hearing, where would be the smelling? |
18 νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. | 18 But now God hath set the members every one of them in the body as it hath pleased him. |
19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; | 19 And if they all were one member, where would be the body? |
20 νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. | 20 But now there are many members indeed, yet one body. |
21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· χρείαν ὑμῶν οὐκ ἔχω· | 21 And the eye cannot say to the hand: I need not thy help; nor again the head to the feet: I have no need of you. |
22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, | 22 Yea, much more those that seem to be the more feeble members of the body, are more necessary. |
23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, | 23 And such as we think to be the less honourable members of the body, about these we put more abundant honour; and those that are our uncomely parts, have more abundant comeliness. |
24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἀλλ’ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν, | 24 But our comely parts have no need: but God hath tempered the body together, giving to that which wanted the more abundant honour, |
25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη. | 25 That there might be no schism in the body; but the members might be mutually careful one for another. |
26 καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται [ἓν] μέλος, συγχαίρει πάντα τὰ μέλη. | 26 And if one member suffer any thing, all the members suffer with it; or if one member glory, all the members rejoice with it. |
27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. | 27 Now you are the body of Christ, and members of member. |
28 Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. | 28 And God indeed hath set some in the church; first apostles, secondly prophets, thirdly doctors; after that miracles; then the graces of healing, helps, governments, kinds of tongues, interpretations of speeches. |
29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; | 29 Are all apostles? Are all prophets? Are all doctors? |
30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; | 30 Are all workers of miracles? Have all the grace of healing? Do all speak with tongues? Do all interpret? |
31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα. | 31 But be zealous for the better gifts. And I shew unto you yet a more excellent way. |