Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Lettera ai Romani - Romans 8


font
LXXGREEK BIBLE
1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ.1 Δεν ειναι τωρα λοιπον ουδεμια κατακρισις εις τους εν Χριστω, Ιησου, τους μη περιπατουντας κατα την σαρκα, αλλα κατα το πνευμα.
2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.2 Διοτι ο νομος του Πνευματος της ζωης εν Χριστω Ιησου με ηλευθερωσεν απο του νομου της αμαρτιας και του θανατου.
3 Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,3 Επειδη το αδυνατον εις τον νομον, καθοτι ητο ανισχυρος δια της σαρκος, ο Θεος πεμψας τον εαυτου Υιον με ομοιωμα σαρκος αμαρτιας και περι αμαρτιας, κατεκρινε την αμαρτιαν εν τη σαρκι,
4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα.4 δια να πληρωθη η δικαιοσυνη του νομου εις ημας τους μη περιπατουντας κατα την σαρκα, αλλα κατα το πνευμα?
5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.5 διοτι οι ζωντες κατα την σαρκα τα της σαρκος φρονουσιν, οι δε κατα το πνευμα τα του πνευματος.
6 τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη·6 Επειδη το φρονημα της σαρκος ειναι θανατος, το δε φρονημα του πνευματος ζωη και ειρηνη?
7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται·7 διοτι το φρονημα της σαρκος ειναι εχθρα εις τον Θεον? επειδη εις τον νομον του Θεου δεν υποτασσεται? αλλ' ουδε δυναται?
8 οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.8 οσοι δε ειναι της σαρκος δεν δυνανται να αρεσωσιν εις τον Θεον.
9 Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.9 Σεις ομως δεν εισθε της σαρκος, αλλα του πνευματος, εαν το Πνευμα του Θεου κατοικη εν υμιν. Αλλ' εαν τις δεν εχη το Πνευμα του Χριστου, ουτος δεν ειναι αυτου.
10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.10 Εαν δε ο Χριστος ηναι εν υμιν, το μεν σωμα ειναι νεκρον δια την αμαρτιαν, το δε πνευμα ζωη δια την δικαιοσυνην.
11 εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.11 Εαν δε κατοικη εν υμιν το Πνευμα του αναστησαντος τον Ιησουν εκ νεκρων, ο αναστησας τον Χριστον εκ νεκρων θελει ζωοποιησει και τα θνητα σωματα υμων δια του Πνευματος αυτου του κατοικουντος εν υμιν.
12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν,12 Αρα λοιπον, αδελφοι, ειμεθα χρεωσται ουχι εις την σαρκα, ωστε να ζωμεν κατα σαρκα?
13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.13 διοτι εαν ζητε κατα την σαρκα, μελλετε να αποθανητε? αλλ' εαν δια του Πνευματος θανατονητε τας πραξεις του σωματος, θελετε ζησει.
14 ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν.14 Επειδη οσοι διοικουνται υπο του Πνευματος του Θεου, ουτοι ειναι υιοι του Θεου.
15 οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν· αββα ὁ πατήρ.15 Διοτι δεν ελαβετε πνευμα δουλειας, δια να φοβησθε παλιν, αλλ' ελαβετε πνευμα υιοθεσιας, δια του οποιου κραζομεν? Αββα, ο Πατηρ.
16 αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ.16 Αυτο το Πνευμα συμμαρτυρει με το πνευμα ημων οτι ειμεθα τεκνα Θεου.
17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.17 Εαν δε τεκνα και κληρονομοι, κληρονομοι μεν Θεου, συγκληρονομοι δε Χριστου, εαν συμπασχωμεν, δια να γεινωμεν και συμμετοχοι της δοξης αυτου.
18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.18 Επειδη φρονω οτι τα παθηματα του παροντος καιρου δεν ειναι αξια να συγκριθωσι με την δοξαν την μελλουσαν να αποκαλυφθη εις ημας.
19 ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται.19 Διοτι η μεγαλη προσδοκια της κτισεως προσμενει την φανερωσιν των υιων του Θεου.
20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφ’ ἑλπίδι20 Επειδη η κτισις υπεταχθη εις την ματαιοτητα, ουχι εκουσιως, αλλα δια τον υποταξαντα αυτην,
21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.21 επ' ελπιδι οτι και αυτη η κτισις θελει ελευθερωθη απο της δουλειας της φθορας και μεταβη εις την ελευθεριαν της δοξης των τεκνων του Θεου.
22 οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν·22 Επειδη εξευρομεν οτι πασα η κτισις συστεναζει και συναγωνια εως του νυν?
23 οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.23 και ουχι μονον αυτη, αλλα και αυτοι οιτινες εχομεν την απαρχην του Πνευματος, και ημεις αυτοι στεναζομεν εν εαυτοις περιμενοντες την υιοθεσιαν, την απολυτρωσιν του σωματος ημων.
24 τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τίς ἐλπίζει;24 Διοτι με την ελπιδα εσωθημεν? ελπις δε ητις βλεπεται δεν ειναι ελπις? διοτι εκεινο, το οποιον βλεπει τις, δια τι και ελπιζει;
25 εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.25 Εαν δε ελπιζωμεν εκεινο, το οποιον δεν βλεπομεν, δια της υπομονης περιμενομεν αυτο.
26 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις·26 Ωσαυτως δε και το Πνευμα συμβοηθει εις τας ασθενειας ημων? επειδη το τι να προσευχηθωμεν ως πρεπει δεν εξευρομεν, αλλ' αυτο το Πνευμα ικετευει υπερ ημων δια στεναγμων αλαλητων?
27 ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.27 ο δε ερευνων τας καρδιας εξευρει τι ειναι το φρονημα του Πνευματος, οτι κατα Θεον ικετευει υπερ των αγιων.
28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.28 Εξευρομεν δε οτι παντα συνεργουσι προς το αγαθον εις τους αγαπωντας τον Θεον, εις τους κεκλημενους κατα τον προορισμον αυτου?
29 ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·29 διοτι οσους προεγνωρισε, τουτους και προωρισε συμμορφους της εικονος του Υιου αυτου, δια να ηναι αυτος πρωτοτοκος μεταξυ πολλων αδελφων?
30 οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.30 οσους δε προωρισε, τουτους και εκαλεσε, και οσους εκαλεσε, τουτους και εδικαιωσε, και οσους εδικαιωσε, τουτους και εδοξασε.
31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;31 Τι λοιπον θελομεν ειπει προς ταυτα; Εαν ο Θεος ηναι υπερ ημων, τις θελει εισθαι καθ' ημων;
32 ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;32 Επειδη οστις τον ιδιον εαυτου Υιον δεν εφεισθη, αλλα παρεδωκεν αυτον υπερ παντων ημων, πως και μετ' αυτου δεν θελει χαρισει εις ημας τα παντα;
33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν·33 Τις θελει εγκαλεσει τους εκλεκτους του Θεου; Θεος ειναι ο δικαιων?
34 τίς ὁ κατακρινῶν; Χριστὸς [Ἰησοῦς] ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.34 τις θελει εισθαι ο κατακρινων; Χριστος ο αποθανων, μαλλον δε και αναστας, οστις και ειναι εν τη δεξια του Θεου, οστις και μεσιτευει υπερ ημων.
35 τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;35 Τις θελει μας χωρισει απο της αγαπης του Χριστου; θλιψις η στενοχωρια η διωγμος η πεινα η γυμνοτης η κινδυνος η μαχαιρα;
36 καθὼς γέγραπται ὅτι
ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν,
ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
36 Καθως ειναι γεγραμμενον, Οτι ενεκα σου θανατουμεθα ολην την ημεραν. Ελογισθημεν ως προβατα σφαγης.
37 ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.37 Αλλ' εις παντα ταυτα υπερνικωμεν δια του αγαπησαντος ημας.
38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις38 Επειδη ειμαι πεπεισμενος οτι ουτε θανατος ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε δυναμεις ουτε παροντα ουτε μελλοντα
39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.39 ουτε υψωμα ουτε βαθος ουτε αλλη τις κτισις θελει δυνηθη να χωριση ημας απο της αγαπης του Θεου της εν Χριστω Ιησου τω Κυριω ημων.