Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Atti degli Apostoli - Acts 15


font
LXXGREEK BIBLE
1 Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι, ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.1 Και τινες κατελθοντες απο της Ιουδαιας εδιδασκον τους αδελφους, οτι εαν δεν περιτεμνησθε κατα το εθος του Μωυσεως, δεν δυνασθε να σωθητε.
2 γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.2 Γενομενης λοιπον αντιστασεως και συζητησεως ουκ ολιγης υπο του Παυλου και Βαρναβα προς αυτους, ενεκριναν να αναβη ο Παυλος και ο Βαρναβας και τινες αλλοι εξ αυτων προς τους αποστολους και πρεσβυτερους εις Ιερουσαλημ περι του ζητηματος τουτου.
3 Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.3 Εκεινοι λοιπον προπεμφθεντες υπο της εκκλησιας, διηρχοντο την Φοινικην και Σαμαρειαν, εκδιηγουμενοι την επιστροφην των εθνων, και επροξενουν χαραν μεγαλην εις παντας τους αδελφους.
4 παραγενόμενοι δὲ εἰς Ἰερουσαλὴμ παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ’ αὐτῶν.4 Οτε δε ηλθον εις Ιερουσαλημ, υπεδεχθησαν υπο της εκκλησιας και των αποστολων και των πρεσβυτερων, και ανηγγειλαν οσα ο Θεος εκαμε δι' αυτων.
5 Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.5 Εσηκωθησαν δε τινες των απο της αιρεσεως των Φαρισαιων, οιτινες ειχον πιστευσει, και ελεγον οτι πρεπει να περιτεμνωμεν αυτους και να παραγγελλωμεν να φυλαττωσι τον νομον του Μωυσεως.
6 Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.6 Και συνηχθησαν οι αποστολοι και οι πρεσβυτεροι, δια να σκεφθωσι περι του πραγματος τουτου.
7 Πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.7 Μετα δε πολλην συζητησιν σηκωθεις ο Πετρος, ειπε προς αυτους? Ανδρες αδελφοι, σεις εξευρετε οτι απ' αρχης ο Θεος εξελεξε μεταξυ ημων δια του στοματος μου να ακουσωσι τα εθνη τον λογον του ευαγγελιου και να πιστευσωσι.
8 καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν8 Και ο καρδιογνωστης Θεος εδωκεν εις αυτους μαρτυριαν, χαρισας εις αυτους το Πνευμα το Αγιον καθως και εις ημας,
9 καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.9 και δεν εκαμεν ουδεμιαν διακρισιν μεταξυ ημων και αυτων, καθαρισας τας καρδιας αυτων δια της πιστεως.
10 νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;10 Τωρα λοιπον δια τι πειραζετε τον Θεον, επιβαλλοντες ζυγον εις τον τραχηλον των μαθητων, τον οποιον ουτε οι πατερες ημων ουτε ημεις δεν ηδυνηθημεν να βαστασωμεν;
11 ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι.11 Αλλα δια της χαριτος του Κυριου Ιησου Χριστου πιστευομεν οτι θελομεν σωθη καθ' ον τροπον και εκεινοι.
12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν.12 Εσιωπησε δε παν το πληθος και ηκουον τον Βαρναβαν και τον Παυλον εξιστορουντας οσα σημεια και τερατα εκαμεν ο Θεος δι' αυτων μεταξυ των εθνων.
13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.13 Και αφου αυτοι εσιωπησαν, απεκριθη ο Ιακωβος, λεγων? Ανδρες αδελφοι, ακουσατε μου.
14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ.14 Ο Συμεων εφανερωσε τινι τροπω κατ' αρχας ο Θεος επεσκεφθη τα εθνη ωστε να λαβη εξ αυτων λαον δια το ονομα αυτου.
15 καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται·15 Και με τουτο συμφωνουσιν οι λογοι των προφητων, καθως ειναι γεγραμμενον?
16 μετὰ ταῦτα ἀναστρέψω
καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν
καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω
καὶ ἀνορθώσω αὐτήν,
16 Μετα ταυτα θελω επιστρεψει και θελω ανοικοδομησει την σκηνην του Δαβιδ την πεπτωκυιαν, και τα κατηδαφισμενα αυτης θελω ανοικοδομησει και θελω ανορθωσει αυτην,
17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον
καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς,
λέγει κύριος ποιῶν ταῦτα
17 δια να εκζητησωσι τον Κυριον οι λοιποι των ανθρωπων, και παντα τα εθνη, επι τα οποια καλειται το ονομα μου, λεγει Κυριος ο ποιων ταυτα παντα.
18 γνωστὰ ἀπ’ αἰῶνος.18 Απ' αιωνος ειναι γνωστα εις τον Θεον παντα τα εργα αυτου.
19 διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν,19 Οθεν εγω κρινω να μη παρενοχλωμεν τους απο των εθνων επιστρεφοντας εις τον Θεον,
20 ἀλλ’ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.20 αλλα να γραφωμεν προς αυτους να απεχωσιν απο των μιασματων των ειδωλων και απο της πορνειας και του πνικτου και του αιματος.
21 Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.21 Διοτι ο Μωυσης απο γενεας αρχαιας εχει εν παση πολει τους κηρυττοντας αυτον εν ταις συναγωγαις, αναγινωσκομενος κατα παν σαββατον.
22 Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,22 Τοτε εφανη ευλογον εις τους αποστολους και εις τους πρεσβυτερους μεθ' ολης της εκκλησιας να εκλεξωσιν εξ αυτων ανδρας και να πεμψωσιν εις Αντιοχειαν μετα του Παυλου και Βαρναβα, Ιουδαν τον επονομαζομενον Βαρσαβαν και Σιλαν, ανδρας προεστωτας μεταξυ των αδελφων,
23 γράψαντες διὰ χειρὸς αὐτῶν·
Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
23 και εγραψαν δια χειρος αυτων ταυτα? Οι αποστολοι και οι πρεσβυτεροι και οι αδελφοι προς τους εξ εθνων αδελφους τους κατα την Αντιοχειαν και Συριαν και Κιλικιαν, χαιρειν.
24 Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν [ἐξελθόντες] ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν οἷς οὐ διεστειλάμεθα,24 Επειδη ηκουσαμεν οτι τινες εξ ημων εξελθοντες σας εταραξαν με λογους και διαστρεφουσι τας ψυχας σας, λεγοντες να περιτεμνησθε και να φυλαττητε τον νομον, εις τους οποιους ημεις δεν παρηγγειλαμεν τουτο,
25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,25 εφανη ευλογον εις ημας, συνελθοντας ομοθυμαδον, να εκλεξωμεν ανδρας και να πεμψωμεν προς εσας μετα των αγαπητων ημων Βαρναβα και Παυλου,
26 ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.26 ανθρωπων οιτινες παρεδωκαν τας ψυχας αυτων υπερ του ονοματος του Κυριου ημων Ιησου Χριστου.
27 ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.27 Απεστειλαμεν λοιπον τον Ιουδαν και τον Σιλαν δια να σας απαγγειλωσι και αυτοι δια στοματος τα αυτα.
28 ἔδοξεν γὰρ τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες,28 Διοτι εφανη ευλογον εις το Αγιον Πνευμα και εις ημας να μη επιβαλλωμεν εις εσας μηδεν πλειοτερον βαρος εκτος των αναγκαιων τουτων,
29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. Ἔρρωσθε.29 να απεχητε απο ειδωλοθυτων και αιματος και πνικτου και πορνειας? απο των οποιων φυλαττοντες εαυτους θελετε πραξει καλως. Ερρωσθε.
30 Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν.30 Ουτοι μεν λοιπον απολυθεντες ηλθον εις Αντιοχειαν, και συναξαντες το πληθος ενεχειρησαν την επιστολην.
31 ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.31 Αναγνωσαντες δε αυτην, εχαρησαν δια την γενομενην παρηγοριαν.
32 Ἰούδας τε καὶ Σιλᾶς καὶ αὐτοὶ προφῆται ὄντες διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν,32 Ο Ιουδας δε και ο Σιλας, οντες και αυτοι προφηται, παρηγορησαν τους αδελφους δια λογων πολλων και επεστηριξαν αυτους.
33 ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς.33 Και αφου διετριψαν εκει καιρον τινα, απεσταλησαν εν ειρηνη απο των αδελφων προς τους αποστολους.
34 Εις τον Σιλαν ομως εφανη ευλογον να μεινη ετι αυτου.
35 Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.35 Ο δε Παυλος και Βαρναβας διετριβον εν Αντιοχεια, διδασκοντες και κηρυττοντες μετα και αλλων πολλων τον λογον του Κυριου.
36 Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρναβᾶν Παῦλος· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου πῶς ἔχουσιν.36 Μετα δε τινας ημερας ειπεν ο Παυλος προς τον Βαρναβαν? Ας επιστρεψωμεν τωρα και ας επισκεφθωμεν τους αδελφους ημων κατα πασαν πολιν, εν αις εκηρυξαμεν τον λογον του Κυριου, πως εχουσι.
37 Βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·37 Και ο μεν Βαρναβας εστοχασθη να συμπαραλαβη τον Ιωαννην τον λεγομενον Μαρκον?
38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον.38 ο Παυλος ομως εκρινεν αξιον, τον αποχωρισθεντα απο αυτων απο της Παμφυλιας και μη συνακολουθησαντα αυτους εις το εργον, τουτον να μη συμπαραλαβωσι.
39 ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον,39 Συνεβη λοιπον ερεθισμος, ωστε απεχωρισθησαν απ' αλληλων, και ο μεν Βαρναβας, παραλαβων τον Μαρκον, εξεπλευσεν εις Κυπρον.
40 Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν.40 Ο δε Παυλος, εκλεξας τον Σιλαν, εξηλθε, παραδοθεις υπο των αδελφων εις την χαριν του Θεου.
41 διήρχετο δὲ τὴν Συρίαν καὶ [τὴν] Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.41 Και διηρχετο την Συριαν και Κιλικιαν, επιστηριζων τας εκκλησιας.