Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Atti degli Apostoli - Acts 12


font
LXXGREEK BIBLE
1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.1 Κατ' εκεινον δε τον καιρον επεχειρησεν Ηρωδης ο βασιλευς να κακοποιηση τινας απο της εκκλησιας.
2 ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ.2 Εφονευσε δε δια μαχαιρας Ιακωβον τον αδελφον του Ιωαννου.
3 Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον, – ἦσαν δὲ [αἱ] ἡμέραι τῶν ἀζύμων –3 Και ιδων οτι ητο αρεστον εις τους Ιουδαιους, προσεθεσε να συλλαβη και τον Πετρον? ησαν δε αι ημεραι των αζυμων?
4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.4 τον οποιον και πιασας εβαλεν εις φυλακην, παραδωσας αυτον εις τεσσαρας τετραδας στρατιωτων δια να φυλαττωσιν αυτον, θελων μετα το πασχα να παραστηση αυτον εις τον λαον.
5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ.5 Ο μεν λοιπον Πετρος εφυλαττετο εν τη φυλακη? εγινετο δε υπο της εκκλησιας ακαταπαυστος προσευχη προς τον Θεον υπερ αυτου.
6 Ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσὶν φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.6 Οτε δε εμελλεν ο Ηρωδης να παραστηση αυτον, την νυκτα εκεινην ο Πετρος εκοιματο μεταξυ δυο στρατιωτων δεδεμενος με δυο αλυσεις, και φυλακες εμπροσθεν της θυρας εφυλαττον το δεσμωτηριον.
7 καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.7 Και ιδου, αγγελος Κυριου ηλθεν εξαιφνης και φως ελαμψεν εν τω οικηματι? κτυπησας δε την πλευραν του Πετρου εξυπνησεν αυτον, λεγων? Σηκωθητι ταχεως. Και επεσον αι αλυσεις αυτου εκ των χειρων.
8 εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν· ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.8 Και ειπεν ο αγγελος προς αυτον? Περιζωσθητι και υποδησον τα σανδαλια σου. Και εκαμεν ουτω. Και λεγει προς αυτον? Φορεσον το ιματιον σου και ακολουθει μοι.
9 καὶ ἐξελθὼν ἠκολούθει καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν.9 Και εξελθων ηκολουθει αυτον, και δεν ηξευρεν οτι το γινομενον δια του αγγελου ητο αληθινον, αλλ' ενομιζεν οτι βλεπει οραμα.
10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ.10 Αφου δε επερασαν πρωτην και δευτεραν φρουραν, ηλθον εις την πυλην την σιδηραν την φερουσαν εις την πολιν, ητις αφ' εαυτης ηνοιχθη εις αυτους, και εξελθοντες διεπερασαν οδον μιαν, και ευθυς ο αγγελος ανεχωρησεν απ' αυτου.
11 Καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν [ὁ] κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.11 Και ο Πετρος συνελθων εις εαυτον, ειπε? Τωρα γνωριζω αληθως οτι Κυριος εξαπεστειλε τον αγγελον αυτου και με ηλευθερωσεν εκ της χειρος του Ηρωδου και ολης της ελπιδος του λαου των Ιουδαιων.
12 συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.12 Και αφου εσκεφθη, ηλθεν εις την οικιαν Μαριας της μητρος του Ιωαννου του επονομαζομενου Μαρκου, οπου ησαν ικανοι συνηθροισμενοι και προσευχομενοι.
13 κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη,13 Οτε δε ο Πετρος εκρουσε την θυραν του προαυλιου, προσηλθε θεραπαινα ονομαζομενη Ροδη, δια να ακουση,
14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.14 και γνωρισασα την φωνην του Πετρου απο της χαρας δεν ηνοιξε την πυλην, αλλ' ετρεξε και απηγγειλεν οτι ο Πετρος ισταται εμπροσθεν της πυλης.
15 οἱ δὲ πρὸς αὐτὴν εἶπαν· μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· ὁ ἄγγελός ἐστιν αὐτοῦ.15 Οι δε ειπον προς αυτην? Παραφρονεις. Εκεινη ομως διισχυριζετο οτι ουτως εχει. Οι δε ελεγον? Ο αγγελος αυτου ειναι.
16 ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.16 Ο δε Πετρος επεμενε κρουων. Και ανοιξαντες ειδον αυτον και εξεπλαγησαν.
17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο [αὐτοῖς] πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς εἶπέν τε· ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.17 Και σεισας εις αυτους την χειρα δια να σιωπησωσι, διηγηθη προς αυτους πως ο Κυριος εξηγαγεν αυτον εκ της φυλακης, και ειπεν? Απαγγειλατε ταυτα προς τον Ιακωβον και τους αδελφους. Και εξελθων υπηγεν εις αλλον τοπον.
18 Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις τί ἄρα ὁ Πέτρος ἐγένετο.18 Αφου δε εξημερωσεν, ητο ταραχη ουκ ολιγη μεταξυ των στρατιωτων τι αρα εγεινεν ο Πετρος.
19 Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν.19 Ο δε Ηρωδης, αφου εζητησεν αυτον και δεν ευρεν, ανακρινας τους φυλακας προσεταξε να θανατωθωσι, και καταβας απο της Ιουδαιας εις την Καισαρειαν, διετριβεν εκει.
20 Ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτὸν καὶ πείσαντες Βλάστον, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.20 Ητο δε ο Ηρωδης σφοδρα ωργισμενος κατα των Τυριων και Σιδωνιων? ηλθον δε προς αυτον ομοθυμαδον, και πεισαντες τον Βλαστον τον επι του κοιτωνος του βασιλεως, εζητουν ειρηνην, διοτι ο τοπος αυτων ετρεφετο απο του βασιλικου.
21 τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν [καὶ] καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς,21 Και εν ημερα ωρισμενη ενδυθεις ο Ηρωδης βασιλικην στολην και καθησας επι του θρονου, εδημηγορει προς αυτους.
22 ὁ δὲ δῆμος ἐπεφώνει· θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.22 Ο δε λαος επεφωνει? Θεου φωνη και ουχι ανθρωπου.
23 παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.23 Και παρευθυς επαταξεν αυτον αγγελος Κυριου, διοτι δεν εδωκε την δοξαν εις τον Θεον, και γενομενος σκωληκοβρωτος εξεψυχησεν.
24 Ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο.24 Ο δε λογος του Θεου ηυξανε και επληθυνετο.
25 Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.25 Ο δε Βαρναβας και ο Σαυλος υπεστρεψαν εξ Ιερουσαλημ αφου εξεπληρωσαν την διακονιαν αυτων, παραλαβοντες μεθ' εαυτων και τον Ιωαννην τον επονομασθεντα Μαρκον.