Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Giovanni - John 9


font
LXXGREEK BIBLE
1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.1 Και ενω ανεχωρει, ειδεν ανθρωπον τυφλον εκ γενετης.
2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;2 Και ηρωτησαν αυτον οι μαθηται αυτου, λεγοντες? Ραββι, τις ημαρτεν, ουτος η οι γονεις αυτου, ωστε να γεννηθη τυφλος;
3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.3 Απεκριθη ο Ιησους? Ουτε ουτος ημαρτεν ουτε οι γονεις αυτου, αλλα δια να φανερωθωσι τα εργα του Θεου εν αυτω.
4 ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.4 Εγω πρεπει να εργαζωμαι τα εργα του πεμψαντος με, εωσου ειναι ημερα? ερχεται νυξ οτε ουδεις δυναται να εργαζηται.
5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.5 Ενοσω ειμαι εν τω κοσμω, ειμαι φως του κοσμου.
6 Ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς6 Αφου ειπε ταυτα, επτυσε χαμαι και εκαμε πηλον εκ του πτυσματος και επεχρισε τον πηλον επι τους οφθαλμους του τυφλου
7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων.7 και ειπε προς αυτον? Υπαγε, νιφθητι εις την κολυμβηθραν του Σιλωαμ, το οποιον ερμηνευεται απεσταλμενος. Υπηγε λοιπον και ενιφθη, και ηλθε βλεπων.
8 Οι δε γειτονες και οσοι εβλεπον αυτον προτερον οτι ητο τυφλος ελεγον δεν ειναι ουτος, οστις εκαθητο και εζητει;
9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν, ἄλλοι ἔλεγον· οὐχί, ἀλλ’ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.9 Αλλοι ελεγον οτι ουτος ειναι? αλλοι δε οτι ομοιος αυτου ειναι. Εκεινος ελεγεν οτι εγω ειμαι.
10 ἔλεγον οὖν αὐτῷ· πῶς [οὖν] ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;10 Ελεγον λοιπον προς αυτον? Πως ηνοιχθησαν οι οφθαλμοι σου;
11 ἀπεκρίθη ἐκεῖνος· ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα.11 Απεκριθη εκεινος και ειπεν? Ανθρωπος λεγομενος Ιησους εκαμε πηλον και επεχρισε τους οφθαλμους μου και μοι ειπεν? Υπαγε εις την κολυμβηθραν του Σιλωαμ και νιφθητι? αφου δε υπηγα και ενιφθην, ανεβλεψα.
12 καὶ εἶπαν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.12 Ειπον λοιπον προς αυτον? Που ειναι εκεινος; Λεγει? Δεν εξευρω.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.13 Φερουσιν αυτον τον ποτε τυφλον προς τους Φαρισαιους.
14 ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.14 Ητο δε σαββατον, οτε εκαμε τον πηλον ο Ιησους και ηνοιξε τους οφθαλμους αυτου.
15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην καὶ βλέπω.15 Παλιν λοιπον ηρωτων αυτον και οι Φαρισαιοι πως ανεβλεψε. Και εκεινος ειπε προς αυτους? Πηλον εβαλεν επι τους οφθαλμους μου, και ενιφθην, και βλεπω.
16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι [δὲ] ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.16 Ελεγον λοιπον τινες εκ των Φαρισαιων? Ουτος ο ανθρωπος δεν ειναι παρα του Θεου, διοτι δεν φυλαττει το σαββατον. Αλλοι ελεγον? Πως δυναται ανθρωπος αμαρτωλος να καμνη τοιαυτα θαυματα; Και ητο σχισμα μεταξυ αυτων.
17 λέγουσιν οὖν τῷ τυφλῷ πάλιν· τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.17 Λεγουσι παλιν προς τον τυφλον? Συ τι λεγεις περι αυτου, επειδη ηνοιξε τους οφθαλμους σου; Και εκεινος ειπεν οτι προφητης ειναι.
18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος18 Δεν επιστευσαν λοιπον οι Ιουδαιοι περι αυτου οτι ητο τυφλος και ανεβλεψεν, εως οτου εφωναξαν τους γονεις αυτου του αναβλεψαντος
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι;19 και ηρωτησαν αυτους, λεγοντες? Ουτος ειναι ο υιος σας, τον οποιον σεις λεγετε οτι εγεννηθη τυφλος; πως λοιπον βλεπει τωρα;
20 ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·20 Απεκριθησαν προς αυτους οι γονεις αυτου και ειπον? Εξευρομεν οτι ουτος ειναι ο υιος ημων και οτι εγεννηθη τυφλος?
21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.21 Πως δε βλεπει τωρα δεν εξευρομεν, η τις ηνοιξε τους οφθαλμους αυτου ημεις δεν εξευρομεν? αυτος ηλικιαν εχει, αυτον ερωτησατε, αυτος περι εαυτου θελει λαλησει.
22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.22 Ταυτα ειπον οι γονεις αυτου, διοτι εφοβουντο τους Ιουδαιους? επειδη ηδη ειχον συμφωνησει οι Ιουδαιοι, εαν τις ομολογηση αυτον Χριστον, να γεινη αποσυναγωγος.
23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.23 Δια τουτο οι γονεις αυτου ειπον οτι ηλικιαν εχει, αυτον ερωτησατε.
24 Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.24 Εφωναξαν λοιπον εκ δευτερου τον ανθρωπον, οστις ητο τυφλος, και ειπον προς αυτον? Δοξασον τον Θεον? ημεις εξευρομεν οτι ο ανθρωπος ουτος ειναι αμαρτωλος.
25 ἀπεκρίθη οὖν ἐκεῖνος· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.25 Απεκριθη λοιπον εκεινος και ειπεν? Αν ηναι αμαρτωλος δεν εξευρω? εν εξευρω, οτι ημην τυφλος και τωρα βλεπω.
26 εἶπον οὖν αὐτῷ· τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;26 Ειπον δε προς αυτον παλιν? τι σοι εκαμε; πως ηνοιξε τους οφθαλμους σου;
27 ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;27 Απεκριθη προς αυτους? Σας ειπον ηδη, και δεν ηκουσατε? δια τι παλιν θελετε να ακουητε; μηπως και σεις θελετε να γεινητε μαθηται αυτου;
28 καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί·28 Ελοιδορησαν λοιπον αυτον και ειπον? Συ εισαι μαθητης εκεινου? ημεις δε του Μωυσεως ειμεθα μαθηται.
29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.29 ημεις εξευρομεν οτι προς τον Μωυσην ελαλησεν ο Θεος? τουτον ομως δεν εξευρομεν ποθεν ειναι.
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.30 Απεκριθη ο ανθρωπος και ειπε προς αυτους? Εν τουτω μαλιστα ειναι το θαυμαστον, οτι σεις δεν εξευρετε ποθεν ειναι, και ηνοιξε μου τους οφθαλμους.
31 οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.31 Εξευρομεν δε οτι αμαρτωλους ο Θεος δεν ακουει, αλλ' εαν τις ηναι βεοσεβης και καμνη το θελημα αυτου, τουτον ακουει.
32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου·32 Εκ του αιωνος δεν ηκουσθη οτι ηνοιξε τις οφθαλμους γεγεννημενου τυφλου.
33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.33 Εαν ουτος δεν ητο παρα Θεου, δεν ηδυνατο να καμη ουδεν.
34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.34 Απεκριθησαν και ειπον προς αυτον? Συ εγεννηθης ολος εν αμαρτιαις, και συ διδασκεις ημας; και εξεβαλον αυτον εξω.
35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;35 Ηκουσεν ο Ιησους οτι εξεβαλον αυτον εξω, και ευρων αυτον ειπε προς αυτον? Συ πιστευεις εις τον Υιον του Θεου;
36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;36 Απεκριθη εκεινος και ειπε? Τις ειναι, Κυριε, δια να πιστευσω εις αυτον;
37 εἶπεν αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.37 Και ο Ιησους ειπε προς αυτον? Και ειδες αυτον και ο λαλων μετα σου εκεινος ειναι.
38 ὁ δὲ ἔφη· πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.38 Ο δε ειπε? Πιστευω, Κυριε? και προσεκυνησεν αυτον.
39 Καὶ εἶπεν ὁ Ἰησοῦς· εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.39 Και ειπεν ο Ιησους? Εγω δια κρισιν ηλθον εις τον κοσμον τουτον, δια να βλεπωσιν οι μη βλεποντες και να γεινωσι τυφλοι οι βλεποντες.
40 ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ’ αὐτοῦ ὄντες καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;40 Και ηκουσαν ταυτα οσοι εκ των Φαρισαιων ησαν μετ' αυτου, και ειπον προς αυτον? Μηπως και ημεις ειμεθα τυφλοι;
41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν, ἡ ἁμαρτία ὑμῶν μένει.41 Ειπε προς αυτους ο Ιησους? Εαν ησθε τυφλοι, δεν ηθελετε εχει αμαρτιαν? τωρα ομως λεγετε οτι βλεπομεν? η αμαρτια σας λοιπον μενει.