Vangelo secondo Giovanni - John 1
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | GREEK BIBLE |
---|---|
1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. | 1 Εν αρχη ητο ο Λογος, και ο Λογος ητο παρα τω Θεω, και Θεος ητο ο Λογος. |
2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. | 2 Ουτος ητο εν αρχη παρα τω Θεω. |
3 πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν | 3 Παντα δι' αυτου εγειναν, και χωρις αυτου δεν εγεινεν ουδε εν, το οποιον εγεινεν. |
4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· | 4 Εν αυτω ητο ζωη, και η ζωη ητο το φως των ανθρωπων. |
5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. | 5 Και το φως εν τη σκοτια φεγγει και η σκοτια δεν κατελαβεν αυτο. |
6 Ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· | 6 Υπηρξεν ανθρωπος απεσταλμενος παρα Θεου, ονομαζομενος Ιωαννης? |
7 οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι’ αὐτοῦ. | 7 ουτος ηλθεν εις μαρτυριαν, δια να μαρτυρηση περι του φωτος, δια να πιστευσωσι παντες δι' αυτου. |
8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. | 8 Δεν ητο εκεινος το φως, αλλα δια να μαρτυρηση περι του φωτος. |
9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. | 9 Ητο το φως το αληθινον, το οποιον φωτιζει παντα ανθρωπον ερχομενον εις τον κοσμον. |
10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. | 10 Ητο εν τω κοσμω, και ο κοσμος εγεινε δι' αυτου, και ο κοσμος δεν εγνωρισεν αυτον. |
11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. | 11 Εις τα ιδια ηλθε, και οι ιδιοι δεν εδεχθησαν αυτον. |
12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, | 12 Οσοι δε εδεχθησαν αυτον, εις αυτους εδωκεν εξουσιαν να γεινωσι τεκνα Θεου, εις τους πιστευοντας εις το ονομα αυτου? |
13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. | 13 οιτινες ουχι εξ αιματων ουδε εκ θεληματος σαρκος ουδε εκ θεληματος ανδρος, αλλ' εκ Θεου εγεννηθησαν. |
14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. | 14 Και ο Λογος εγεινε σαρξ και κατωκησε μεταξυ ημων, και ειδομεν την δοξαν αυτου, δοξαν ως μονογενους παρα του Πατρος, πληρης χαριτος και αληθειας. |
15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν ὃν εἶπον· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | 15 Ο Ιωαννης μαρτυρει περι αυτου και εφωναξε, λεγων? Ουτος ητο περι ου ειπον, Ο οπισω μου ερχομενος ειναι ανωτερος μου, διοτι ητο προτερος μου. |
16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος· | 16 Και παντες ημεις ελαβομεν εκ του πληρωματος αυτου και χαριν αντι χαριτος? |
17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. | 17 διοτι και ο νομος εδοθη δια του Μωυσεως? η δε χαρις και αληθεια εγεινε δια Ιησου Χριστου. |
18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. | 18 Ουδεις ειδε ποτε τον Θεον? ο μονογενης Υιος, ο ων εις τον κολπον του Πατρος, εκεινος εφανερωσεν αυτον. |
19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; | 19 Και αυτη ειναι η μαρτυρια του Ιωαννου, οτε απεστειλαν οι Ιουδαιοι εξ Ιεροσολυμων ιερεις και Λευιτας δια να ερωτησωσιν αυτον? Συ τις εισαι; |
20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός. | 20 Και ωμολογησε και δεν ηρνηθη? και ωμολογησεν οτι δεν ειμαι εγω ο Χριστος. |
21 καὶ ἠρώτησαν αὐτόν· τί οὖν; σὺ Ἠλίας εἶ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· οὔ. | 21 Και ηρωτησαν αυτον? Τι λοιπον; Ηλιας εισαι συ; και λεγει, δεν ειμαι. Ο προφητης εισαι συ; και απεκριθη, Ουχι. |
22 εἶπαν οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; | 22 Ειπον λοιπον προς αυτον? Τις εισαι; δια να δωσωμεν αποκρισιν εις τους αποστειλαντας ημας? τι λεγεις περι σεαυτου; |
23 ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. | 23 Απεκριθη? Εγω ειμαι φωνη βοωντος εν τη ερημω, ευθυνατε την οδον του Κυριου, καθως ειπεν Ησαιας ο προφητης. |
24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. | 24 Οι δε απεσταλμενοι ησαν εκ των Φαρισαιων? |
25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; | 25 και ηρωτησαν αυτον και ειπον προς αυτον? Δια τι λοιπον βαπτιζεις, εαν συ δεν εισαι ο Χριστος ουτε ο Ηλιας ουτε ο προφητης; |
26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, | 26 Απεκριθη προς αυτους ο Ιωαννης λεγων? Εγω βαπτιζω εν υδατι? εν μεσω δε υμων ισταται εκεινος, τον οποιον σεις δεν γνωριζετε? |
27 ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. | 27 αυτος ειναι ο οπισω μου ερχομενος, οστις ειναι ανωτερος μου, του οποιου εγω δεν ειμαι αξιος να λυσω το λωριον του υποδηματος αυτου. |
28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων. | 28 Ταυτα εγειναν εν Βηθαβαρα περαν του Ιορδανου, οπου ητο ο Ιωαννης βαπτιζων. |
29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. | 29 Τη επαυριον βλεπει ο Ιωαννης τον Ιησουν ερχομενον προς αυτον και λεγει? Ιδου, ο Αμνος του Θεου ο αιρων την αμαρτιαν του κοσμου. |
30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | 30 Ουτος ειναι περι ου εγω ειπον? Οπισω μου ερχεται ανηρ, οστις ειναι ανωτερος μου, διοτι ητο προτερος μου. |
31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. | 31 Και εγω δεν εγνωριζον αυτον, αλλα δια να φανερωθη εις τον Ισραηλ, δια τουτο ηλθον εγω βαπτιζων εν τω υδατι. |
32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ’ αὐτόν. | 32 Και εμαρτυρησεν ο Ιωαννης, λεγων οτι Ειδον το Πνευμα καταβαινον ως περιστεραν εξ ουρανου και εμεινεν επ' αυτον. |
33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. | 33 Και εγω δεν εγνωριζον αυτον? αλλ' ο πεμψας με δια να βαπτιζω εν υδατι εκεινος μοι ειπεν? εις οντινα ιδης το Πνευμα καταβαινον και μενον επ' αυτον, ουτος ειναι ο βαπτιζων εν Πνευματι Αγιω. |
34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. | 34 Και εγω ειδον και εμαρτυρησα, οτι ουτος ειναι ο Υιος του Θεου. |
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο | 35 Τη επαυριον παλιν ιστατο ο Ιωαννης και δυο εκ των μαθητων αυτου, |
36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. | 36 και εμβλεψας εις τον Ιησουν περιπατουντα, λεγει? Ιδου, ο Αμνος του Θεου. |
37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. | 37 Και ηκουσαν αυτον οι δυο μαθηται λαλουντα και ηκολουθησαν τον Ιησουν. |
38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· ῥαββί, ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις; | 38 Στραφεις δε ο Ιησους και ιδων αυτους ακολουθουντας, λεγει προς αυτους? Τι ζητειτε; Οι δε ειπον προς αυτον, Ραββι, το οποιον ερμηνευομενον λεγεται, Διδασκαλε, που μενεις; |
39 λέγει αὐτοῖς· ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. | 39 Λεγει προς αυτους? Ελθετε και ιδετε, ηλθον και ειδον που μενει, και εμειναν παρ' αυτω την ημεραν εκεινην? η δε ωρα ητο ως δεκατη. |
40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· | 40 Ητο Ανδρεας ο αδελφος του Σιμωνος Πετρου εις εκ των δυο, οιτινες ηκουσαν περι αυτου παρα του Ιωαννου και ηκολουθησαν αυτον. |
41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον χριστός. | 41 Ουτος πρωτος ευρισκει τον εαυτου αδελφον Σιμωνα και λεγει προς αυτον. Ευρηκαμεν τον Μεσσιαν, το οποιον μεθερμηνευομενον ειναι ο Χριστος. |
42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. | 42 Και εφερεν αυτον προς τον Ιησουν. Εμβλεψας δε εις αυτον ο Ιησους ειπε? Συ εισαι Σιμων, ο υιος του Ιωνα? συ θελεις ονομασθη Κηφας, το οποιον ερμηνευεται Πετρος. |
43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. | 43 Τη επαυριον ηθελησεν ο Ιησους να εξελθη εις την Γαλιλαιαν? και ευρισκει τον Φιλιππον και λεγει προς αυτον? Ακολουθει μοι. |
44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. | 44 Ητο δε ο Φιλιππος απο Βηθσαιδα, εκ της πολεως Ανδρεου και Πετρου. |
45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. | 45 Ευρισκει Φιλιππος τον Ναθαναηλ και λεγει προς αυτον? Εκεινον τον οποιον εγραψεν ο Μωυσης εν τω νομω και οι προφηται ευρηκαμεν, Ιησουν τον υιον του Ιωσηφ τον απο Ναζαρετ. |
46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ [ὁ] Φίλιππος· ἔρχου καὶ ἴδε. | 46 Και ειπε προς αυτον ο Ναθαναηλ? Εκ Ναζαρετ δυναται να προελθη τι αγαθον; Λεγει προς αυτον ο Φιλιππος, Ερχου και ιδε. |
47 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. | 47 Ειδεν ο Ιησους τον Ναθαναηλ ερχομενον προς αυτον και λεγει περι αυτου? Ιδου, αληθως Ισραηλιτης, εις τον οποιον δολος δεν υπαρχει. |
48 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. | 48 Λεγει προς αυτον ο Ναθαναηλ? Ποθεν με γινωσκεις; Απεκριθη ο Ιησους και ειπε προς αυτον? Πριν ο Φιλιππος σε φωναξη, οντα υποκατω της συκης, ειδον σε. |
49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ. | 49 Απεκριθη ο Ναθαναηλ και λεγει προς αυτον? Ραββι, συ εισαι ο Υιος του Θεου, συ εισαι ο βασιλευς του Ισραηλ. |
50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. | 50 Απεκριθη ο Ιησους και ειπε προς αυτον? Επειδη σοι ειπον? ειδον σε υποκατω της συκης, πιστευεις; μεγαλητερα τουτων θελεις ιδει. |
51 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. | 51 Και λεγει προς αυτον? Αληθως, αληθως σας λεγω? απο του νυν θελετε ιδει τον ουρανον ανεωγμενον και τους αγγελους του Θεου αναβαινοντας και καταβαινοντας επι τον Υιον του ανθρωπου. |