Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Vangelo secondo Luca - Luke 13


font
LXXGREEK BIBLE
1 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.1 Κατ' εκεινον δε τον καιρον ηλθον τινες, απαγγελλοντες προς αυτον περι των Γαλιλαιων, των οποιων το αιμα ο Πιλατος εμιξε με τας θυσιας αυτων.
2 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν;2 Και αποκριθεις ο Ιησους, ειπε προς αυτους? Νομιζετε οτι οι Γαλιλαιοι ουτοι ησαν αμαρτωλοι υπερ παντας τους Γαλιλαιους, διοτι επαθον τοιαυτα;
3 οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε.3 Ουχι, σας λεγω, αλλ' εαν δεν μετανοητε, παντες ομοιως θελετε απολεσθη.
4 ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ;4 Η εκεινοι οι δεκαοκτω, επι τους οποιους επεσεν ο πυργος εν τω Σιλωαμ και εθανατωσεν αυτους, νομιζετε οτι ουτοι ησαν αμαρτωλοι υπερ παντας τους ανθρωπους τους κατοικουντας εν Ιερουσαλημ;
5 οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε.5 Ουχι, σας λεγω, αλλ' εαν δεν μετανοητε, παντες ομοιως θελετε απολεσθη.
6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.6 Ελεγε δε ταυτην την παραβολην? Ειχε τις συκην πεφυτευμενην εν τω αμπελωνι αυτου, και ηλθε ζητων καρπον εν αυτη και δεν ευρε.
7 εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον [οὖν] αὐτήν, ἱνατί καὶ τὴν γῆν καταργεῖ;7 Και ειπε προς τον αμπελουργον? Ιδου, τρια ετη ερχομαι ζητων καρπον εν τη συκη ταυτη και δεν ευρισκω? εκκοψον αυτην? δια τι καταργει και την γην;
8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια,8 Ο δε αποκριθεις λεγει προς αυτον? Κυριε, αφες αυτην και τουτο το ετος, εως οτου σκαψω περι αυτην και βαλω κοπριαν?
9 κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μή γε, ἐκκόψεις αὐτήν.9 και εαν μεν καμη καρπον, καλως? ει δε μη, θελεις εκκοψει αυτην μετα ταυτα.
10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.10 Εδιδασκε δε εν μια των συναγωγων το σαββατον.
11 καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτὼ καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.11 Και ιδου, γυνη τις ειχε πνευμα ασθενειας δεκαοκτω ετη και ητο συγκυπτουσα και δεν ηδυνατο παντελως να ανακυψη.
12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου,12 Ιδων δε αυτην ο Ιησους, εφωναξε και ειπε προς αυτην? Γυναι, ηλευθερωμενη εισαι απο της ασθενειας σου?
13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζεν τὸν θεόν.13 και εθεσεν επ' αυτην τας χειρας? και παρευθυς ανωρθωθη και εδοξαζε τον Θεον.
14 Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.14 Αποκριθεις δε ο αρχισυναγωγος, αγανακτων οτι εις το σαββατον εθεραπευσεν ο Ιησους, ελεγε προς τον οχλον? Εξ ημεραι ειναι, εις τας οποιας πρεπει να εργαζησθε? εν ταυταις λοιπον ερχομενοι θεραπευεσθε, και μη τη ημερα του σαββατου.
15 ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;15 Απεκριθη λοιπον προς αυτον ο Κυριος και ειπεν? Υποκριτα, δεν λυει εκαστος υμων εν τω σαββατω τον βουν αυτου η τον ονον απο της φατνης και φερων ποτιζει;
16 ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;16 αυτη δε, ουσα θυγατηρ του Αβρααμ, την οποιαν ο Σατανας εδεσεν, ιδου, δεκαοκτω ετη, δεν επρεπε να λυθη απο του δεσμου τουτου τη ημερα του σαββατου;
17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.17 Και ενω, αυτος ελεγε ταυτα, κατησχυνοντο παντες οι εναντιοι αυτου, και πας ο οχλος εχαιρε δι' ολα τα ενδοξα εργα τα γινομενα υπ' αυτου.
18 Ἔλεγεν οὖν· τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ καὶ τίνι ὁμοιώσω αὐτήν;18 Ελεγε δε? Με τι ειναι ομοια η βασιλεια του Θεου, και με τι να ομοιωσω αυτην;
19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.19 Ειναι ομοια με κοκκον σιναπεως, τον οποιον λαβων ανθρωπος ερριψεν εις τον κηπον αυτου? και ηυξησε και εγεινε δενδρον μεγα, και τα πετεινα του ουρανου κατεσκηνωσαν εν τοις κλαδοις αυτου.
20 Καὶ πάλιν εἶπεν· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;20 Και παλιν ειπε? Με τι να ομοιωσω την βασιλειαν του Θεου;
21 ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ [ἐν]έκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.21 Ειναι ομοια με προζυμιον, το οποιον λαβουσα γυνη ενεκρυψεν εις τρια μετρα αλευρου, εωσου ανεβη ολον το φυραμα.
22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα.22 Και διηρχετο τας πολεις και κωμας διδασκων και οδοιπορων εις Ιερουσαλημ.
23 Εἶπεν δέ τις αὐτῷ· κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς·23 Ειπε δε τις προς αυτον? Κυριε, ολιγοι αρα ειναι οι σωζομενοι; Ο δε ειπε προς αυτους?
24 ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.24 Αγωνιζεσθε να εισελθητε δια της στενης πυλης? διοτι πολλοι, σας λεγω, θελουσι ζητησει να εισελθωσι και δεν θελουσι δυνηθη.
25 ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· κύριε, ἄνοιξον ἡμῖν, καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.25 Αφου σηκωθη ο οικοδεσποτης και αποκλειση την θυραν, και αρχισητε να στεκησθε εξω και να κρουητε την θυραν, λεγοντες? Κυριε, Κυριε, ανοιξον εις ημας? και εκεινος αποκριθεις σας ειπη, δεν σας εξευρω ποθεν εισθε?
26 τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·26 τοτε θελετε αρχισει να λεγητε? Εφαγομεν εμπροσθεν σου και επιομεν, και εν ταις πλατειαις ημων εδιδαξας.
27 καὶ ἐρεῖ λέγων ὑμῖν· οὐκ οἶδα [ὑμᾶς] πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας.27 Και θελει ειπει? Σας λεγω, δεν σας εξευρω ποθεν εισθε? φυγετε απ' εμου παντες οι εργαται της αδικιας.
28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.28 Εκει θελει εισθαι ο κλαυθμος και ο τριγμος των οδοντων, οταν ιδητε τον Αβρααμ και Ισαακ και Ιακωβ και παντας τους προφητας εν τη βασιλεια του Θεου, εαυτους δε εκβαλλομενους εξω.
29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.29 Και θελουσιν ελθει απο ανατολων και δυσμων και απο βορρα και νοτου και θελουσι καθησει εν τη βασιλεια του Θεου.
30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.30 Και ιδου, ειναι εσχατοι, οιτινες θελουσιν εισθαι πρωτοι, και ειναι πρωτοι, οιτινες θελουσιν εισθαι εσχατοι.
31 Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.31 Κατ' εκεινην την ημεραν προσηλθον τινες Φαρισαιοι, λεγοντες προς αυτον? Εξελθε και αναχωρησον εντευθεν, διοτι ο Ηρωδης θελει να σε θανατωση.
32 καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ τελειοῦμαι.32 Και ειπε προς αυτους? Υπαγετε και ειπατε προς την αλωπεκα ταυτην? Ιδου, εκβαλλω δαιμονια και καμνω θεραπειας σημερον και αυριον, και την τριτην ημεραν τελειουμαι.
33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.33 Πλην πρεπει εγω σημερον και αυριον και την εφεξης ημεραν να υπαγω? διοτι δεν ειναι δυνατον προφητης να απολεσθη εξω της Ιερουσαλημ.
34 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.34 Ιερουσαλημ, Ιερουσαλημ, η φονευουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην, ποσακις ηθελησα να συναξω τα τεκνα σου καθ' ον τροπον η ορνις τα ορνιθια εαυτης υπο τας πτερυγας, και δεν ηθελησατε.
35 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. λέγω [δὲ] ὑμῖν, οὐ μὴ ἴδητέ με ἕως [ἥξει ὅτε] εἴπητε·35 Ιδου, σας αφινεται ο οικος σας ερημος? αληθως δε σας λεγω οτι δεν θελετε με ιδει, εωσου ελθη ο καιρος οτε θελετε ειπει? Ευλογημενος ο ερχομενος εν ονοματι Κυριου.