Scrutatio

Mercoledi, 8 maggio 2024 - Madonna del Rosario di Pompei ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 22


font
LXXGREEK BIBLE
1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων·1 Και αποκριθεις ο Ιησους παλιν ειπε προς αυτους δια παραβολων, λεγων?
2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.2 Ωμοιωθη η βασιλεια των ουρανων με ανθρωπον βασιλεα, οστις εκαμε γαμους εις τον υιον αυτου?
3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.3 και απεστειλε τους δουλους αυτου να καλεσωσι τους προσκεκλημενους εις τους γαμους, και δεν ηθελον να ελθωσι.
4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.4 Παλιν απεστειλεν αλλους δουλους, λεγων? Ειπατε προς τους προσκεκλημενους? Ιδου, το γευμα μου ητοιμασα, οι ταυροι μου και τα θρεπτα ειναι εσφαγμενα και παντα ειναι ετοιμα? ελθετε εις τους γαμους.
5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·5 Εκεινοι ομως αμελησαντες απηλθον, ο μεν εις τον αγρον αυτου, ο δε εις το εμποριον αυτου?
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.6 οι δε λοιποι πιασαντες τους δουλους αυτου υβρισαν και εφονευσαν.
7 ὁ δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.7 Ακουσας δε ο βασιλευς ωργισθη, και πεμψας τα στρατευματα αυτου απωλεσε τους φονεις εκεινους και την πολιν αυτων κατεκαυσε.
8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·8 Τοτε λεγει προς τους δουλους αυτου? Ο μεν γαμος ειναι ετοιμος, οι δε προσκεκλημενοι δεν ησαν αξιοι?
9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.9 υπαγετε λοιπον εις τας διεξοδους των οδων, και οσους αν ευρητε καλεσατε εις τους γαμους.
10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.10 Και εξελθοντες οι δουλοι εκεινοι εις τας οδους, συνηγαγον παντας οσους ευρον, κακους τε και καλους? και εγεμισθη ο γαμος απο ανακεκλιμενων.
11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου,11 Εισελθων δε ο βασιλευς δια να θεωρηση τους ανακεκλιμενους, ειδεν εκει ανθρωπον μη ενδεδυμενον ενδυμα γαμου,
12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.12 και λεγει προς αυτον? Φιλε, πως εισηλθες ενταυθα μη εχων ενδυμα γαμου; Ο δε απεστομωθη.
13 τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.13 Τοτε ειπεν ο βασιλευς προς τους υπηρετας? Δεσαντες αυτου ποδας και χειρας, σηκωσατε αυτον και ριψατε εις το σκοτος το εξωτερον? εκει θελει εισθαι ο κλαυθμος και ο τριγμος των οδοντων.
14 πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.14 Διοτι πολλοι ειναι οι κεκλημενοι, ολιγοι δε οι εκλεκτοι.
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.15 Τοτε υπηγον οι Φαρισαιοι και συνεβουλευθησαν πως να παγιδευσωσιν αυτον εν λογω.
16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων,16 Και αποστελλουσι προς αυτον τους μαθητας αυτων μετα των Ηρωδιανων, λεγοντες? Διδασκαλε, εξευρομεν οτι αληθης εισαι και την οδον του Θεου εν αληθεια διδασκεις και δεν σε μελει περι ουδενος? διοτι δεν βλεπεις εις προσωπον ανθρωπων?
17 εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;17 ειπε λοιπον προς ημας, Τι σοι φαινεται; ειναι συγκεχωρημενον να δωσωμεν δασμον εις τον Καισαρα η ουχι;
18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· τί με πειράζετε, ὑποκριταί;18 Γνωρισας δε ο Ιησους την πονηριαν αυτων, ειπε? Τι με πειραζετε, υποκριται;
19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.19 δειξατε μοι το νομισμα του δασμου? οι δε εφεραν προς αυτον δηναριον.
20 καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;20 Και λεγει προς αυτους? Τινος ειναι η εικων αυτη και η επιγραφη;
21 λέγουσιν αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.21 Λεγουσι προς αυτον? Του Καισαρος. Τοτε λεγει προς αυτους? Αποδοτε λοιπον τα του Καισαρος εις τον Καισαρα και τα του Θεου εις τον Θεον.
22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.22 Και ακουσαντες εθαυμασαν, και αφησαντες αυτον ανεχωρησαν.
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν23 Εν εκεινη τη ημερα προσηλθον προς αυτον Σαδδουκαιοι, οι λεγοντες οτι δεν ειναι αναστασις, και ηρωτησαν αυτον, λεγοντες?
24 λέγοντες· διδάσκαλε, Μωϋσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.24 Διδασκαλε, ο Μωυσης ειπεν, Εαν τις αποθανη μη εχων τεκνα, θελει νυμφευθη ο αδελφος αυτου την γυναικα αυτου και θελει αναστησει σπερμα εις τον αδελφον αυτου.
25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·25 Ησαν δε παρ' ημιν επτα αδελφοι? και ο πρωτος αφου ενυμφευθη ετελευτησε, και μη εχων τεκνον, αφηκε την γυναικα αυτου εις τον αδελφον αυτου?
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τῶν ἑπτά.26 ομοιως και ο δευτερος, και ο τριτος, εως των επτα.
27 ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή.27 Υστερον δε παντων απεθανε και η γυνη.
28 ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν·28 Εν τη αναστασει λοιπον τινος των επτα θελει εισθαι γυνη; διοτι παντες ελαβον αυτην.
29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·29 Αποκριθεις δε ο Ιησους, ειπε προς αυτους? Πλανασθε μη γνωριζοντες τας γραφας μηδε την δυναμιν του Θεου.
30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.30 Διοτι εν τη αναστασει ουτε νυμφευονται ουτε νυμφευουσιν, αλλ' ειναι ως αγγελοι του Θεου εν ουρανω.
31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος·31 Περι δε της αναστασεως των νεκρων δεν ανεγνωσατε το ρηθεν προς εσας υπο του Θεου, λεγοντος?
32 ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν [ὁ] θεὸς νεκρῶν ἀλλὰ ζώντων.32 Εγω ειμαι ο Θεος του Αβρααμ και ο Θεος του Ισαακ και ο Θεος του Ιακωβ; δεν ειναι ο Θεος νεκρων, αλλα ζωντων.
33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.33 Και ακουσαντες οι οχλοι, εξεπληττοντο δια την διδαχην αυτου.
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό,34 Οι δε Φαρισαιοι, ακουσαντες οτι απεστομωσε τους Σαδδουκαιους, συνηχθησαν ομου.
35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν [νομικὸς] πειράζων αὐτόν·35 Και εις εξ αυτων, νομικος, ηρωτησε πειραζων αυτον και λεγων?
36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;36 Διδασκαλε, ποια εντολη ειναι μεγαλη εν τω νομω;
37 ὁ δὲ ἔφη αὐτῷ· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·37 Και ο Ιησους ειπε προς αυτον? Θελεις αγαπα Κυριον τον Θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοιας σου.
38 αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.38 Αυτη ειναι πρωτη και μεγαλη εντολη.
39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.39 Δευτερα δε ομοια αυτης? Θελεις αγαπα τον πλησιον σου ως σεαυτον.
40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.40 Εν ταυταις ταις δυο εντολαις ολος ο νομος και οι προφηται κρεμανται.
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς41 Και ενω ησαν συνηγμενοι οι Φαρισαιοι, ηρωτησεν αυτους ο Ιησους,
42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· τοῦ Δαυίδ.42 λεγων? Τι σας φαινεται περι του Χριστου; τινος υιος ειναι; Λεγουσι προς αυτον? Του Δαβιδ.
43 λέγει αὐτοῖς· πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων·43 Λεγει προς αυτους? Πως λοιπον ο Δαβιδ δια Πνευματος ονομαζει αυτον Κυριον, λεγων,
44 εἶπεν κύριος τῷ κυρίῳ μου·
κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
ὑποκάτω τῶν ποδῶν σου;
44 Ειπεν ο Κυριος προς τον Κυριον μου, Καθου εκ δεξιων μου εωσου θεσω τους εχθρους σου υποποδιον των ποδων σου;
45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;45 Εαν λοιπον ο Δαβιδ ονομαζη αυτον Κυριον, πως ειναι υιος αυτου;
46 καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.46 Και ουδεις ηδυνατο να αποκριθη προς αυτον λογον? ουδ' ετολμησε τις απ' εκεινης της ημερας να ερωτηση πλεον αυτον.