Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 2


font
LXXGREEK BIBLE
1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα1 Αφου δε εγεννηθη ο Ιησους εν Βηθλεεμ της Ιουδαιας επι των ημερων Ηρωδου του βασιλεως, ιδου, μαγοι απο ανατολων ηλθον εις Ιεροσολυμα, λεγοντες?
2 λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.2 Που ειναι ο γεννηθεις βασιλευς των Ιουδαιων; διοτι ειδομεν τον αστερα αυτου εν τη ανατολη και ηλθομεν δια να προσκυνησωμεν αυτον.
3 ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ,3 Ακουσας δε Ηρωδης ο βασιλευς, εταραχθη και πασα η Ιεροσολυμα μετ' αυτου,
4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται.4 και συναξας παντας τους αρχιερεις και γραμματεις του λαου, ηρωτα να μαθη παρ' αυτων που ο Χριστος γενναται.
5 οἱ δὲ εἶπαν αὐτῷ· ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου·5 Εκεινοι δε ειπον προς αυτον? Εν Βηθλεεμ της Ιουδαιας? διοτι ουτως ειναι γεγραμμενον δια του προφητου?
6 καὶ σὺ Βηθλέεμ, γῆ Ἰούδα,
οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα·
ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος,
ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
6 Και συ, Βηθλεεμ, γη Ιουδα, δεν εισαι ουδολως ελαχιστη μεταξυ των ηγεμονων του Ιουδα? διοτι εκ σου θελει εξελθει ηγουμενος, οστις θελει ποιμανει τον λαον μου τον Ισραηλ.
7 Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,7 Τοτε ο Ηρωδης καλεσας κρυφιως τους μαγους εξηκριβωσε παρ' αυτων τον καιρον του φαινομενου αστερος,
8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν· πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.8 και πεμψας αυτους εις Βηθλεεμ, ειπε? Πορευθεντες ακριβως εξετασατε περι του παιδιου, αφου δε ευρητε, απαγγειλατε μοι, δια να ελθω και εγω να προσκυνησω αυτο.
9 Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν καὶ ἰδοὺ ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον.9 Εκεινοι δε ακουσαντες του βασιλεως ανεχωρησαν? και ιδου, ο αστηρ τον οποιον ειδον εν τη ανατολη προεπορευετο αυτων, εωσου ελθων εσταθη επανω οπου ητο το παιδιον.
10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.10 Ιδοντες δε τον αστερα εχαρησαν χαραν μεγαλην σφοδρα,
11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.11 και ελθοντες εις την οικιαν ευρον το παιδιον μετα Μαριας της μητρος αυτου, και πεσοντες προσεκυνησαν αυτο, και ανοιξαντες τους θησαυρους αυτων προσεφεραν εις αυτο δωρα, χρυσον και λιβανον και σμυρναν?
12 Καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.12 και αποκαλυφθεντες θεοθεν κατ' οναρ να μη επιστρεψωσι προς τον Ηρωδην, δι' αλλης οδου ανεχωρησαν εις την χωραν αυτων.
13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.13 Αφου δε αυτοι ανεχωρησαν, ιδου, αγγελος Κυριου φαινεται κατ' οναρ εις τον Ιωσηφ, λεγων? Εγερθεις παραλαβε το παιδιον και την μητερα αυτου και φευγε εις Αιγυπτον, και εσο εκει εωσου ειπω σοι? διοτι μελλει ο Ηρωδης να ζητηση το παιδιον, δια να απολεση αυτο.
14 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,14 Ο δε εγερθεις παρελαβε το παιδιον και την μητερα αυτου δια νυκτος και ανεχωρησεν εις Αιγυπτον,
15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος·
ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
15 και ητο εκει εως της τελευτης του Ηρωδου, δια να πληρωθη το ρηθεν υπο του Κυριου δια του προφητου λεγοντος? Εξ Αιγυπτου εκαλεσα τον υιον μου.
16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.16 Τοτε ο Ηρωδης, ιδων οτι ενεπαιχθη υπο των μαγων, εθυμωθη σφοδρα και αποστειλας εφονευσε παντας τους παιδας τους εν Βηθλεεμ και εν πασι τοις οριοις αυτης απο δυο ετων και κατωτερω κατα τον καιρον, τον οποιον εξηκριβωσε παρα των μαγων.
17 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος·17 Τοτε επληρωθη το ρηθεν υπο Ιερεμιου του προφητου, λεγοντος?
18 φωνὴ ἐν Ῥαμὰ ἠκούσθη,
κλαυθμὸς καὶ ὀδυρμὸς πολύς·
Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς,
καὶ οὐκ ἤθελεν παρακληθῆναι,
ὅτι οὐκ εἰσίν.
18 Φωνη ηκουσθη εν Ραμα, θρηνος και κλαυθμος και οδυρμος πολυς? η Ραχηλ εκλαιε τα τεκνα αυτης, και δεν ηθελε να παρηγορηθη, διοτι δεν υπαρχουσι.
19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ19 Τελευτησαντος δε του Ηρωδου ιδου, αγγελος Κυριου φαινεται κατ' οναρ εις τον Ιωσηφ εν Αιγυπτω,
20 λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.20 λεγων? Εγερθεις παραλαβε το παιδιον και την μητερα αυτου και υπαγε εις γην Ισραηλ? διοτι απεθανον οι ζητουντες την ψυχην του παιδιου.
21 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.21 Ο δε εγερθεις παρελαβε το παιδιον και την μητερα αυτου και ηλθεν εις γην Ισραηλ.
22 Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,22 Ακουσας δε οτι ο Αρχελαος βασιλευει επι της Ιουδαιας αντι Ηρωδου του πατρος αυτου, εφοβηθη να υπαγη εκει? αποκαλυφθεις δε θεοθεν κατ' οναρ ανεχωρησεν εις τα μερη της Γαλιλαιας,
23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.23 και ελθων κατωκησεν εις πολιν λεγομενην Ναζαρετ, δια να πληρωθη το ρηθεν δια των προφητων? οτι Ναζωραιος θελει ονομασθη.