Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 19


font
LXXGREEK BIBLE
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.1 Και οτε ετελειωσεν ο Ιησους τους λογους τουτους, ανεχωρησεν απο της Γαλιλαιας και ηλθεν εις τα ορια της Ιουδαιας περαν του Ιορδανου.
2 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.2 Και ηκολουθησαν αυτον οχλοι πολλοι, και εθεραπευσεν αυτους εκει.
3 Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;3 Και ηλθον προς αυτον οι Φαρισαιοι, πειραζοντες αυτον και λεγοντες προς αυτον? Συγχωρειται εις τον ανθρωπον να χωρισθη την γυναικα αυτου δια πασαν αιτιαν;
4 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;4 Ο δε αποκριθεις ειπε προς αυτους? Δεν ανεγνωσατε οτι ο πλασας απ' αρχης αρσεν και θηλυ επλασεν αυτους
5 καὶ εἶπεν· ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.5 και ειπεν, Ενεκεν τουτου θελει αφησει ανθρωπος τον πατερα και την μητερα και θελει προσκολληθη εις την γυναικα αυτου, και θελουσιν εισθαι οι δυο εις σαρκα μιαν;
6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.6 Ωστε δεν ειναι πλεον δυο, αλλα μια σαρξ. Εκεινο λοιπον το οποιον ο Θεος συνεζευξεν, ανθρωπος ας μη χωριζη.
7 Λέγουσιν αὐτῷ· τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι [αὐτήν];7 Λεγουσι προς αυτον? Δια τι λοιπον ο Μωυσης προσεταξε να δωση εγγραφον διαζυγιου και να χωρισθη αυτην;
8 λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.8 Λεγει προς αυτους? Διοτι ο Μωυσης δια την σκληροκαρδιαν σας συνεχωρησεν εις εσας να χωριζησθε τας γυναικας σας? απ' αρχης ομως δεν εγεινεν ουτω.
9 λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται.9 Σας λεγω δε οτι οστις χωρισθη την γυναικα αυτου εκτος δια πορνειαν και νυμφευθη αλλην, γινεται μοιχος? και οστις νυμφευθη γυναικα κεχωρισμενην, γινεται μοιχος.
10 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ [αὐτοῦ]· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.10 Λεγουσι προς αυτον οι μαθηται αυτου? Εαν ουτως εχη η υποχρεωσις του ανδρος προς την γυναικα, δεν συμφερει να νυμφευθη.
11 ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσιν τὸν λόγον [τοῦτον] ἀλλ’ οἷς δέδοται.11 Ο δε ειπε προς αυτους? Δεν δυνανται παντες να δεχθωσι τον λογον τουτον, αλλ' εις οσους ειναι δεδομενον.
12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.12 Διοτι ειναι ευνουχοι, οιτινες εκ κοιλιας μητρος εγεννηθησαν ουτω, και ειναι ευνουχοι, οιτινες ευνουχισθησαν υπο των ανθρωπων, και ειναι ευνουχοι, οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων. Οστις δυναται να δεχθη τουτο, ας δεχθη.
13 Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.13 Τοτε εφερθησαν προς αυτον παιδια, δια να επιθεση τας χειρας επ' αυτα και να ευχηθη? οι δε μαθηται επεπληξαν αυτα.
14 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.14 Πλην ο Ιησους ειπεν? Αφησατε τα παιδια και μη εμποδιζετε αυτα να ελθωσι προς εμε? διοτι των τοιουτων ειναι η βασιλεια των ουρανων.
15 καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.15 Και αφου επεθηκεν επ' αυτα τας χειρας, ανεχωρησεν εκειθεν.
16 Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν· διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;16 Και ιδου, προσελθων τις ειπε προς αυτον? Διδασκαλε αγαθε, τι καλον να πραξω δια να εχω ζωην αιωνιον;
17 ὁ δὲ εἶπεν αὐτῷ· τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς.17 Ο δε ειπε προς αυτον? Τι με λεγεις αγαθον; ουδεις αγαθος ειμη εις, ο Θεος. Αλλ' εαν θελης να εισελθης εις την ζωην, φυλαξον τας εντολας.
18 Λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπεν· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,18 Λεγει προς αυτον? Ποιας; Και ο Ιησους ειπε? Το μη φονευσης, μη μοιχευσης, μη κλεψης, μη ψευδομαρτυρησης,
19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.19 τιμα τον πατερα σου και την μητερα, και θελεις αγαπα τον πλησιον σου ως σεαυτον.
20 λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφύλαξα· τί ἔτι ὑστερῶ;20 Λεγει προς αυτον ο νεανισκος? Παντα ταυτα εφυλαξα εκ νεοτητος μου? τι μοι λειπει ετι;
21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.21 Ειπε προς αυτον ο Ιησους? Εαν θελης να ησαι τελειος, υπαγε, πωλησον τα υπαρχοντα σου και δος εις πτωχους, και θελεις εχει θησαυρον εν ουρανω, και ελθε, ακολουθει μοι.
22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.22 Ακουσας δε ο νεανισκος τον λογον, ανεχωρησε λυπουμενος? διοτι ειχε κτηματα πολλα.
23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.23 Και ο Ιησους ειπε προς τους μαθητας αυτου? Αληθως σας λεγω οτι δυσκολως θελει εισελθει πλουσιος εις την βασιλειαν των ουρανων.
24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.24 Και παλιν σας λεγω, Ευκολωτερον ειναι να περαση καμηλος δια τρυπηματος βελονης παρα πλουσιος να εισελθη εις την βασιλειαν του Θεου.
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι;25 Ακουσαντες δε οι μαθηται αυτου εξεπληττοντο σφοδρα, λεγοντες? Τις λοιπον δυναται να σωθη;
26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.26 Εμβλεψας δε ο Ιησους, ειπε προς αυτους? Παρα ανθρωποις τουτο αδυνατον ειναι, παρα τω Θεω ομως τα παντα ειναι δυνατα.
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;27 Τοτε αποκριθεις ο Πετρος, ειπε προς αυτον? Ιδου, ημεις αφηκαμεν παντα και σοι ηκολουθησαμεν? τι λοιπον θελει εισθαι εις ημας;
28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.28 Ο δε Ιησους ειπε προς αυτους? Αληθως σας λεγω οτι σεις οι ακολουθησαντες μοι, εν τη παλιγγενεσια, οταν καθηση ο Υιος του ανθρωπου επι του θρονου της δοξης αυτου, θελετε καθησει και σεις επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του Ισραηλ.
29 καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.29 Και πας οστις αφηκεν οικιας η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους ενεκεν του ονοματος μου, εκατονταπλασια θελει λαβει και ζωην αιωνιον θελει κληρονομησει.
30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.30 Πολλοι ομως πρωτοι θελουσιν εισθαι εσχατοι και εσχατοι πρωτοι.