1 τότε στήσεται ἐν παρρησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ | 1 Then shall the just one with great assurance confront his oppressors who set at nought his labors. |
2 ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας | 2 Seeing this, they shall be shaken with dreadful fear, and amazed at the unlooked-for salvation. |
3 ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐροῦσιν | 3 They shall say among themselves, rueful and groaning through anguish of spirit: "This is he whom once we held as a laughingstock and as a type for mockery, |
4 οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον | 4 fools that we were! His life we accounted madness, and his death dishonored. |
5 πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν | 5 See how he is accounted among the sons of God; how his lot is with the saints! |
6 ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν | 6 We, then, have strayed from the way of truth, and the light of justice did not shine for us, and the sun did not rise for us. |
7 ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐπέγνωμεν | 7 We had our fill of the ways of mischief and of ruin; we journeyed through impassable deserts, but the way of the LORD we knew not. |
8 τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν | 8 What did our pride avail us? What have wealth and its boastfulness afforded us? |
9 παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία παρατρέχουσα | 9 All of them passed like a shadow and like a fleeting rumor; |
10 ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν | 10 Like a ship traversing the heaving water, of which, when it has passed, no trace can be found, no path of its keel in the waves. |
11 ἢ ὡς ὀρνέου διιπτάντος ἀέρα οὐθὲν εὑρίσκεται τεκμήριον πορείας πληγῇ δὲ μαστιζόμενον ταρσῶν πνεῦμα κοῦφον καὶ σχιζόμενον βίᾳ ῥοίζου κινουμένων πτερύγων διωδεύθη καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ | 11 Or like a bird flying through the air; no evidence of its course is to be found- But the fluid air, lashed by the beat of pinions, and cleft by the rushing force Of speeding wings, is traversed: and afterward no mark of passage can be found in it. |
12 ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη ὡς ἀγνοῆσαι τὴν δίοδον αὐτοῦ | 12 Or as, when an arrow has been shot at a mark, the parted air straightway flows together again so that none discerns the way it went through- |
13 οὕτως καὶ ἡμεῖς γεννηθέντες ἐξελίπομεν καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι ἐν δὲ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν | 13 Even so we, once born, abruptly came to nought and held no sign of virtue to display, but were consumed in our wickedness." |
14 ὅτι ἐλπὶς ἀσεβοῦς ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτὴ καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν | 14 Yes, the hope of the wicked is like thistledown borne on the wind, and like fine, tempest-driven foam; Like smoke scattered by the wind, and like the passing memory of the nomad camping for a single day. |
15 δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν καὶ ἐν κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ | 15 But the just live forever, and in the LORD is their recompense, and the thought of them is with the Most High. |
16 διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς κυρίου ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν | 16 Therefore shall they receive the splendid crown, the beauteous diadem, from the hand of the LORD- For he shall shelter them with his right hand, and protect them with his arm. |
17 λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν | 17 He shall take his zeal for armor and he shall arm creation to requite the enemy; |
18 ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον | 18 He shall don justice for a breastplate and shall wear sure judgment for a helmet; |
19 λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα | 19 He shall take invincible rectitude as a shield |
20 ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας | 20 and whet his sudden anger for a sword, And the universe shall war with him against the foolhardy. |
21 πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται | 21 Well-aimed shafts of lightnings shall go forth and from the clouds as from a well-drawn bow shall leap to the mark; |
22 καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως | 22 and as from his sling, wrathful hailstones shall be hurled. The water of the sea shall be enraged against them and the streams shall abruptly overflow; |
23 ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν | 23 A mighty wind shall confront them and a tempest winnow them out; Thus lawlessness shall lay the whole earth waste and evildoing overturn the thrones of potentates. |