Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Prima lettera di Pietro - 1 Peter 4


font
GREEK BIBLELXX
1 Επειδη λοιπον ο Χριστος επαθεν υπερ ημων κατα σαρκα, οπλισθητε και σεις το αυτο φρονημα, διοτι ο παθων κατα σαρκα επαυσεν απο της αμαρτιας,1 Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας
2 δια να ζησητε τον εν σαρκι επιλοιπον χρονον, ουχι πλεον εν ταις επιθυμιαις των ανθρωπων, αλλ' εν τω θεληματι του Θεου.2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
3 Διοτι αρκετος ειναι εις ημας ο παρελθων καιρος του βιου, οτε επραξαμεν το θελημα των εθνων, περιπατησαντες εν ασελγειαις, επιθυμιαις, οινοποσιαις, κωμοις, συμποσιοις και αθεμιτοις ειδωλολατρειαις?3 ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
4 και δια τουτο παραξενευονται οτι σεις δεν συντρεχετε με αυτους εις την αυτην εκχειλισιν της ασωτιας, και σας βλασφημουσιν?4 ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν βλασφημοῦντες,
5 οιτινες θελουσιν αποδωσει λογον εις εκεινον, οστις ειναι ετοιμος να κρινη ζωντας και νεκρους.5 οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς.
6 Επειδη δια τουτο εκηρυχθη το ευαγγελιον και προς τους νεκρους, δια να κριθωσι μεν κατα ανθρωπους εν σαρκι, να ζωσι δε κατα Θεον εν πνευματι.6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσιν μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσιν δὲ κατὰ θεὸν πνεύματι.
7 Παντων δε το τελος επλησιασε. Φρονιμως λοιπον διαγετε και αγρυπνειτε εις τας προσευχας?7 Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχὰς
8 προ παντων δε εχετε ενθερμον την εις αλληλους αγαπην, διοτι η αγαπη θελει καλυψει πληθος αμαρτιων?8 πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν,
9 γινεσθε φιλοξενοι εις αλληλους χωρις γογγυσμων?9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ,
10 εκαστος κατα το χαρισμα, το οποιον ελαβεν, υπηρετειτε κατα τουτο εις αλληλους ως καλοι οικονομοι της πολυειδους χαριτος του Θεου?10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ.
11 εαν τις λαλη, ας λαλη ως λαλων λογια Θεου? εαν τις υπηρετη, ας υπηρετη ως υπηρετων εκ της δυναμεως, την οποιαν χορηγει ο Θεος? δια να δοξαζηται εν πασιν ο Θεος δια Ιησου Χριστου, εις τον οποιον ειναι η δοξα και το κρατος εις τους αιωνας των αιωνων? αμην.11 εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός, ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
12 Αγαπητοι, μη παραξενευεσθε δια τον βασανισμον τον γινομενον εις εσας προς δοκιμασιαν, ως εαν συνεβαινεν εις εσας παραδοξον τι,12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος,
13 αλλα καθοτι εισθε κοινωνοι των παθηματων του Χριστου, χαιρετε, ινα και οταν η δοξα αυτου φανερωθη χαρητε αγαλλιωμενοι.13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
14 Εαν ονειδιζησθε δια το ονομα του Χριστου, εισθε μακαριοι, διοτι το Πνευμα της δοξης και το του Θεου αναπαυεται εφ' υμας? κατα μεν αυτους βλασφημειται, κατα δε υμας δοξαζεται.14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται.
15 Διοτι μηδεις υμων ας μη πασχη ως φονευς η κλεπτης η κακοποιος η ως περιεργαζομενος τα αλλοτρια.15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος·
16 αλλ' εαν πασχη ως Χριστιανος, ας μη αισχυνηται, αλλ' ας δοξαζη τον Θεον κατα τουτο.16 εἰ δὲ ὡς χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ μέρει τούτῳ.
17 Διοτι εφθασεν ο καιρος του να αρχιση η κρισις απο του οικου του Θεου? και αν αρχιζη πρωτον αφ' ημων, τι θελει εισθαι το τελος των απειθουντων εις το ευαγγελιον του Θεου;17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;
18 και αν ο δικαιος μολις σωζηται, ο ασεβης και αμαρτωλος που θελει φανη;18 καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
19 Ωστε και οι πασχοντες κατα το θελημα του Θεου ας εμπιστευωνται τας εαυτων ψυχας εις αυτον, ως εις πιστον δημιουργον εν αγαθοποιια.19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.