Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Seconda lettera a Timoteo - 2 Timothy 3


font
GREEK BIBLELXX
1 Γινωσκε δε τουτο, οτι εν ταις εσχαταις ημεραις θελουσιν ελθει καιροι κακοι?1 Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί·
2 διοτι θελουσιν εισθαι οι ανθρωποι φιλαυτοι, φιλαργυροι, αλαζονες, υπερηφανοι, βλασφημοι, απειθεις εις τους γονεις, αχαριστοι, ανοσιοι,2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι ἀνόσιοι
3 ασπλαγχνοι, αδιαλλακτοι, συκοφανται, ακρατεις, ανημεροι, αφιλαγαθοι,3 ἄστοργοι ἄσπονδοι διάβολοι ἀκρατεῖς ἀνήμεροι ἀφιλάγαθοι
4 προδοται, προπετεις, τετυφωμενοι, φιληδονοι μαλλον παρα φιλοθεοι,4 προδόται προπετεῖς τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,
5 εχοντες μεν μορφην ευσεβειας, ηρνημενοι δε την δυναμιν αυτης. Και τουτους φευγε.5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου.
6 Διοτι εκ τουτων ειναι εκεινοι, οιτινες εισχωρουσιν εις τας οικιας και αιχμαλωτιζουσι τα γυναικαρια τα πεφορτισμενα αμαρτιας, συρομενα υπο διαφορων επιθυμιων,6 Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις,
7 τα οποια παντοτε μανθανουσι και ποτε δεν δυνανται να ελθωσιν εις την γνωσιν της αληθειας.7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.
8 Και καθ' ον τροπον ο Ιαννης και Ιαμβρης αντεστησαν εις τον Μωυσην, ουτω και αυτοι ανθιστανται εις την αληθειαν, ανθρωποι διεφθαρμενοι τον νουν, αδοκιμοι εις την πιστιν.8 ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
9 Αλλα δεν θελουσι προκοψει πλειοτερον? διοτι η ανοησια αυτων θελει γεινει καταδηλος εις παντας, καθως και η εκεινων εγεινε.9 ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.
10 Συ ομως παρηκολουθησας την διδασκαλιαν μου, την διαγωγην, την προθεσιν, την πιστιν, την μακροθυμιαν, την αγαπην, την υπομονην,10 Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
11 τους διωγμους, τα παθηματα, οποια μοι συνεβησαν εν Αντιοχεια, εν Ικονιω, εν Λυστροις? οποιους διωγμους υπεφερα, και εκ παντων με ηλευθερωσεν ο Κυριος.11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος.
12 Και παντες δε οι θελοντες να ζωσιν ευσεβως εν Χριστω Ιησου θελουσι διωχθη.12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.
13 Πονηροι δε ανθρωποι και γοητες θελουσι προκοψει εις το χειρον, πλανωντες και πλανωμενοι.13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι.
14 Αλλα συ μενε εις εκεινα, τα οποια εμαθες και επιστωθης, εξευρων παρα τινος εμαθες,14 Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἔμαθες,
15 και οτι απο βρεφους γνωριζεις τα ιερα γραμματα, τα δυναμενα να σε σοφισωσιν εις σωτηριαν δια της πιστεως της εν Χριστω Ιησου.15 καὶ ὅτι ἀπὸ βρέφους [τὰ] ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.
16 Ολη η γραφη ειναι θεοπνευστος και ωφελιμος προς διδασκαλιαν, προς ελεγχον, προς επανορθωσιν, προς εκπαιδευσιν την μετα της δικαιοσυνης,16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,
17 δια να ηναι τελειος ο ανθρωπος του Θεου, ητοιμασμενος εις παν εργον αγαθον.17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.