Scrutatio

Giovedi, 16 maggio 2024 - San Simone Stock ( Letture di oggi)

Lettera ai Colossesi - Colossians 2


font
GREEK BIBLELXX
1 Διοτι θελω να εξευρητε οποιον μεγαν αγωνα εχω δια σας και τους εν Λαοδικεια και τους οσοι δεν ειδον το προσωπον μου σωματικως,1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί,
2 δια να παρηγορηθωσιν αι καρδιαι αυτων, ενωθεντων ομου εν αγαπη και εις παντα πλουτον της πληροφοριας της συνεσεως, ωστε να γνωρισωσι το μυστηριον του Θεου και Πατρος και του Χριστου,2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ,
3 εν τω οποιω ειναι κεκρυμμενοι παντες οι θησαυροι της σοφιας και της γνωσεως.3 ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.
4 Λεγω δε τουτο, δια να μη σας εξαπατα τις με πιθανολογιαν?4 Τοῦτο λέγω, ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
5 διοτι αν και κατα το σωμα ημαι απων, με το πνευμα ομως ειμαι μεθ' υμων, χαιρων και βλεπων την ταξιν σας και την σταθεροτητα της εις Χριστον πιστεως σας.5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
6 Καθως λοιπον παρελαβετε τον Χριστον Ιησουν τον Κυριον, εν αυτω περιπατειτε,6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε,
7 ερριζωμενοι και εποικοδημουμενοι εν αυτω και στερεουμενοι εν τη πιστει καθως εδιδαχθητε, περισσευοντες εν αυτη μετα ευχαριστιας.7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν εὐχαριστίᾳ.
8 Βλεπετε μη σας εξαπατηση τις δια της φιλοσοφιας και της ματαιας απατης, κατα την παραδοσιν των ανθρωπων, κατα τα στοιχεια του κοσμου και ουχι κατα Χριστον?8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
9 διοτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως,9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
10 και εισθε πληρεις εν αυτω, οστις ειναι η κεφαλη πασης αρχης και εξουσιας,10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.
11 εις τον οποιον και περιετμηθητε με περιτομην αχειροποιητον, απεκδυθεντες το σωμα των αμαρτιων της σαρκος δια της περιτομης του Χριστου,11 Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
12 συνταφεντες μετ' αυτου εν τω βαπτισματι, δια του οποιου και συνανεστητε δια της πιστεως της ενεργειας του Θεου, οστις ανεστησεν αυτον εκ των νεκρων.12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν·
13 Και εσας, οντας νεκρους εις τα αμαρτηματα και την ακροβυστιαν της σαρκος σας, συνεζωοποιησε μετ' αυτου, συγχωρησας εις εσας παντα τα πταισματα,13 καὶ ὑμᾶς νεκροὺς ὄντας [ἐν] τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα.
14 εξαλειψας το καθ' ημων χειρογραφον, συνισταμενον εις διαταγματα, το οποιον ητο εναντιον εις ημας, και αφηρεσεν αυτο εκ του μεσου, προσηλωσας αυτο επι του σταυρου?14 ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ·
15 και απογυμνωσας τας αρχας και τας εξουσιας, παρεδειγματισε παρρησια, θριαμβευσας κατ' αυτων επ' αυτου.15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
16 Ας μη σας κρινη λοιπον μηδεις δια φαγητον η δια ποτον η δια λογον εορτης η νεομηνιας η σαββατων,16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων·
17 τα οποια ειναι σκια των μελλοντων, το σωμα ομως ειναι του Χριστου.17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ.
18 Ας μη σας στερηση μηδεις του βραβειου με προσποιησιν ταπεινοφροσυνης και με θρησκειαν των αγγελων, εμβατευων εις πραγματα τα οποια δεν ειδε, ματαιως φυσιουμενος υπο του νοος της σαρκος αυτου,18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
19 και μη κρατων την κεφαλην, τον Χριστον, εκ του οποιου ολον το σωμα δια των αρμων και συνδεσμων διατηρουμενον και συνδεομενον αυξανει κατα την αυξησιν του Θεου.19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
20 Εαν λοιπον απεθανετε μετα του Χριστου απο των στοιχειων του κοσμου, δια τι ως ζωντες εν τω κοσμω υποκεισθε εις διαταγματα,20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε;
21 Μη πιασης, μη γευθης, μη εγγισης,21 μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς,
22 τα οποια παντα φθειρονται δια της χρησεως, κατα τα ενταλματα και τας διδασκαλιας των ανθρωπων;22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων,
23 τα οποια εχουσι φαινομενον μονον σοφιας εις εθελοθρησκειαν και ταπεινοφροσυνην και σκληραγωγιαν του σωματος, εις ουδεμιαν τιμην εχοντα την ευχαριστησιν της σαρκος.23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ [καὶ] ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.