Scrutatio

Sabato, 11 maggio 2024 - San Fabio e compagni ( Letture di oggi)

Seconda lettera ai Corinzi - 2 Corinthians 4


font
GREEK BIBLELXX
1 Δια τουτο, εχοντες την διακονιαν ταυτην, καθως ηλεηθημεν, δεν αποκαμνομεν,1 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν
2 αλλ' απηρνηθημεν τα κρυπτα της αισχυνης, μη περιπατουντες εν πανουργια μηδε δολονοντες τον λογον του Θεου, αλλα με την φανερωσιν της αληθειας συνιστωντες εαυτους προς πασαν συνειδησιν ανθρωπων ενωπιον του Θεου.2 ἀλλ’ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.
3 Εαν δε και ηναι το ευαγγελιον ημων κεκαλυμμενον, εις τους απολλυμενους ειναι κεκαλυμμενον,3 εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον,
4 των οποιων απιστων οντων ο Θεος του κοσμου τουτου ετυφλωσε τον νουν, δια να μη επιλαμψη εις αυτους ο φωτισμος του ευαγγελιου της δοξης του Χριστου, οστις ειναι εικων του Θεου.4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.
5 Διοτι ημεις δεν κηρυττομεν εαυτους, αλλα τον Χριστον Ιησουν τον Κυριον, εαυτους δε δουλους υμων δια τον Ιησουν.5 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλ’ Ἰησοῦν Χριστὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
6 Διοτι ο Θεος ο ειπων να λαμψη φως εκ του σκοτους, ειναι οστις ελαμψεν εν ταις καρδιαις ημων προς φωτισμον της γνωσεως της δοξης του Θεου δια του προσωπου του Ιησου Χριστου.6 ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ [Ἰησοῦ] Χριστοῦ.
7 Εχομεν δε τον θησαυρον τουτον εις οστρακινα σκευη, δια να ηναι η υπερβολη της δυναμεως του Θεου και ουχι εξ ημων,7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν·
8 κατα παντα θλιβομενοι αλλ' ουχι στενοχωρουμενοι, απορουμενοι αλλ' ουχι απελπιζομενοι,8 ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι,
9 διωκομενοι αλλ' ουχι εγκαταλειπομενοι, καταβαλλομενοι αλλ' ουχι απολλυμενοι,9 διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι,
10 παντοτε την νεκρωσιν του Κυριου Ιησου περιφεροντες εν τω σωματι, δια να φανερωθη εν τω σωματι ημων και η ζωη του Ιησου.10 πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.
11 Διοτι ημεις οι ζωντες παραδιδομεθα παντοτε εις τον θανατον δια τον Ιησουν, δια να φανερωθη και η ζωη του Ιησου εν τη θνητη ημων σαρκι.11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
12 Ωστε ο μεν θανατος ενεργειται εν ημιν, η δε ζωη εν υμιν.12 ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13 Εχοντες δε το αυτο πνευμα της πιστεως κατα το γεγραμμενον, Επιστευσα, διο ελαλησα, και ημεις πιστευομεν, διο και λαλουμεν,13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,
14 εξευροντες οτι ο αναστησας τον Κυριον Ιησουν θελει αναστησει και ημας δια του Ιησου και παραστησει μεθ' υμων.14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
15 Διοτι τα παντα ειναι δια σας, ωστε η χαρις, πλεονασασα δια την ευχαριστιαν των πλειοτερων, να περισσευση εις την δοξαν του Θεου.15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
16 Δια τουτο δεν αποκαμνομεν, αλλ' εαν και ο εξωτερικος ημων ανθρωπος φθειρηται, ο εσωτερικος ομως ανανεουται καθ' εκαστην ημεραν.16 Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
17 Διοτι η προσωρινη ελαφρα θλιψις ημων εργαζεται εις ημας καθ' υπερβολην εις υπερβολην αιωνιον βαρος δοξης,17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,
18 επειδη ημεις δεν ενατενιζομεν εις τα βλεπομενα, αλλ' εις τα μη βλεπομενα? διοτι τα βλεπομενα ειναι προσκαιρα, τα δε μη βλεπομενα αιωνια.18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.