Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Atti degli Apostoli - Acts 26


font
GREEK BIBLELXX
1 Ο δε Αγριππας ειπε προς τον Παυλον. Εχεις την αδειαν να ομιλησης υπερ σεαυτου. Τοτε ο Παυλος εκτεινας την χειρα, απελογειτο?1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο·
2 Μακαριον νομιζω εμαυτον, βασιλευ Αγριππα, μελλων να απολογηθω ενωπιον σου σημερον περι παντων εις οσα εγκαλουμαι υπο των Ιουδαιων,2 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι
3 μαλιστα επειδη γνωριζεις παντα τα παρα τοις Ιουδαιοις εθιμα και ζητηματα? οθεν δεομαι σου να με ακουσης μετα μακροθυμιας.3 μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων, διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
4 Την εκ νεοτητος λοιπον ζωην μου, την οποιαν απ' αρχης εζησα μεταξυ του εθνους μου εν Ιεροσολυμοις, εξευρουσι παντες οι Ιουδαιοι,4 Τὴν μὲν οὖν βίωσίν μου [τὴν] ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασιν πάντες [οἱ] Ἰουδαῖοι
5 επειδη με γνωριζουσιν εξ αρχης, εαν θελωσι να μαρτυρησωσιν, οτι κατα την ακριβεστατην αιρεσιν της θρησκειας ημων εζησα Φαρισαιος.5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
6 Και τωρα παρισταμαι κρινομενος δια την ελπιδα της επαγγελιας της γενομενης υπο του Θεου προς τους πατερας ημων,6 καὶ νῦν ἐπ’ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
7 εις την οποιαν το δωδεκαφυλον ημων γενος, λατρευον εκτενως τον Θεον νυκτα και ημεραν, ελπιζει να καταντηση? περι ταυτης της ελπιδος εγκαλουμαι, βασιλευ Αγριππα, υπο των Ιουδαιων.7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι, περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ.
8 Τι απιστευτον κρινεται εις εσας, οτι ο Θεος ανιστα νεκρους;8 τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
9 Εγω μεν εστοχασθην κατ' εμαυτον οτι επρεπε να πραξω πολλα εναντια εις το ονομα του Ιησου του Ναζωραιου?9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι,
10 το οποιον και επραξα εν Ιεροσολυμοις, και πολλους των αγιων εγω κατεκλεισα εις φυλακας, λαβων την εξουσιαν παρα των αρχιερεων, και οτε εφονευοντο εδωκα ψηφον κατ' αυτων.10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβὼν ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον.
11 Και εν πασαις ταις συναγωγαις πολλακις τιμωρων αυτους ηναγκαζον να βλασφημωσι, και καθ' υπερβολην μαινομενος εναντιον αυτων κατεδιωκον εως και εις τας εξω πολεις.11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12 Εν τουτοις δε, οτε ηρχομην εις την Δαμασκον μετ' εξουσιας και επιτροπης της παρα των αρχιερεων,12 Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
13 εν τω μεσω της ημερας ειδον καθ' οδον, βασιλευ, φως ουρανοθεν υπερβαινον την λαμπροτητα του ηλιου, το οποιον ελαμψε περι εμε και τους οδοιπορουντας μετ' εμου?13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.
14 και ενω κατεπεσομεν παντες εις την γην, ηκουσα φωνην λαλουσαν προς με και λεγουσαν εις την Εβραικην διαλεκτον? Σαουλ Σαουλ, τι με διωκεις; σκληρον σοι ειναι να λακτιζης προς κεντρα.14 πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
15 Εγω δε ειπον? Τις εισαι, Κυριε; Και εκεινος ειπεν? Εγω ειμαι ο Ιησους, τον οποιον συ διωκεις.15 ἐγὼ δὲ εἶπα· τίς εἶ, κύριε; ὁ δὲ κύριος εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
16 Αλλα σηκωθητι και στηθι επι τους ποδας σου? επειδη δια τουτο εφανην εις σε, δια να σε καταστησω υπηρετην και μαρτυρα και οσων ειδες και περι οσων θελω φανερωθη εις σε,16 ἀλλ’ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές [με] ὧν τε ὀφθήσομαί σοι,
17 εκλεγων σε εκ του λαου και των εθνων, εις τα οποια τωρα σε αποστελλω17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν εἰς οὓς ἐγὼ ἀποστέλλω σε
18 δια να ανοιξης τους οφθαλμους αυτων, ωστε να επιστρεψωσιν απο του σκοτους εις το φως και απο της εξουσιας του Σατανα προς τον Θεον, δια να λαβωσιν αφεσιν αμαρτιων και κληρονομιαν μεταξυ των ηγιασμενων δια της εις εμε πιστεως.18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
19 Οθεν, βασιλευ Αγριππα, δεν εγεινα απειθης εις την ουρανιον οπτασιαν,19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ
20 αλλ' εκηρυττον πρωτον εις τους εν Δαμασκω και Ιεροσολυμοις και εις πασαν την γην της Ιουδαιας, και επειτα εις τα εθνη, να μετανοωσι και να επιστρεφωσιν εις τον Θεον, πραττοντες εργα αξια της μετανοιας.20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
21 Δια ταυτα οι Ιουδαιοι συλλαβοντες με εν τω ιερω, επεχειρουν να με φονευσωσιν.21 ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι [ὄντα] ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
22 Αξιωθεις ομως της βοηθειας της παρα του Θεου, ισταμαι εως της ημερας ταυτης μαρτυρων προς μικρον τε και μεγαλον, μη λεγων μηδεν εκτος των οσα ελαλησαν οι προφηται και ο Μωυσης οτι εμελλον να γεινωσιν,22 ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
23 οτι ο Χριστος εμελλε να παθη, οτι πρωτος αναστας εκ νεκρων μελλει να κηρυξη φως εις τον λαον και εις τα εθνη.23 εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
24 Ενω δε αυτος απελογειτο ταυτα, ο Φηστος ειπε με μεγαλην φωνην? Μαινεσαι, Παυλε, τα πολλα γραμματα σε καταφερουσιν εις μανιαν.24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν· μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
25 Ο δε, Δεν μαινομαι, ειπε, κρατιστε Φηστε, αλλα προφερω λογους αληθειας και νοος υγιαινοντος.25 ὁ δὲ Παῦλος· οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλ’ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26 Διοτι εχει γνωσιν περι τουτων ο βασιλευς, προς τον οποιον και λαλω μετα παρρησιας? επειδη ειμαι πεπεισμενος οτι δεν λανθανει αυτον ουδεν τουτων, διοτι τουτο δεν ειναι πεπραγμενον εν γωνια.26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ, λανθάνειν γὰρ αὐτόν [τι] τούτων οὐ πείθομαι οὐθέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
27 Πιστευεις, βασιλευ Αγριππα, εις τους προφητας; εξευρω οτι πιστευεις.27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
28 Και ο Αγριππας ειπε προς τον Παυλον? Παρ' ολιγον με πειθεις να γεινω Χριστιανος.28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον· ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.
29 Και ο Παυλος ειπεν? Ηθελον ευχεσθαι προς τον Θεον, ουχι μονον συ, αλλα και παντες οι σημερον ακουοντες με, να γεινωσι και παρ' ολιγον και παρα πολυ τοιουτοι οποιος και εγω ειμαι, παρεκτος των δεσμων τουτων.29 ὁ δὲ Παῦλος· εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.
30 Και αφου αυτος ειπε ταυτα, εσηκωθη ο βασιλευς και ο ηγεμων και η Βερνικη και οι συγκαθημενοι μετ' αυτων,30 Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
31 και αναχωρησαντες ελαλουν προς αλληλους, λεγοντες οτι ουδεν αξιον θανατου η δεσμων πραττει ο ανθρωπος ουτος.31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιόν [τι] πράσσει ὁ ἄνθρωπος οὗτος.
32 Ο δε Αγριππας ειπε προς τον Φηστον? Ο ανθρωπος ουτος ηδυνατο να απολυθη, εαν δεν ειχεν επικαλεσθη τον Καισαρα.32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.