1 Μετα ταυτα ανεχωρησεν ο Ιησους περαν της θαλασσης της Γαλιλαιας της Τιβεριαδος? | 1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. |
2 και ηκολουθει αυτον οχλος πολυς, διοτι εβλεπον τα θαυματα αυτου, τα οποια εκαμνεν επι των ασθενουντων. | 2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. |
3 Ανεβη δε εις το ορος ο Ιησους και εκει εκαθητο μετα των μαθητων αυτου. | 3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. |
4 Επλησιαζε δε το πασχα, η εορτη των Ιουδαιων. | 4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. |
5 Υψωσας λοιπον ο Ιησους τους οφθαλμους και ιδων οτι πολυς οχλος ερχεται προς αυτον, λεγει προς τον Φιλιππον? Ποθεν θελομεν αγορασει αρτους, δια να φαγωσιν ουτοι; | 5 Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; |
6 Ελεγε δε τουτο δοκιμαζων αυτον? διοτι αυτος ηξευρε τι εμελλε να καμη. | 6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. |
7 Απεκριθη προς αυτον ο Φιλιππος? Διακοσιων δηναριων αρτοι δεν αρκουσιν εις αυτους, δια να λαβη ολιγον τι εκαστος αυτων. | 7 ἀπεκρίθη αὐτῷ [ὁ] Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ [τι] λάβῃ. |
8 Λεγει προς αυτον εις εκ των μαθητων αυτου, Ανδρεας ο αδελφος Σιμωνος Πετρου? | 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· |
9 Εδω ειναι εν παιδαριον, το οποιον εχει πεντε αρτους κριθινους και δυο οψαρια? αλλα ταυτα τι ειναι εις τοσουτους; | 9 ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; |
10 Ειπε δε ο Ιησους? Καμετε τους ανθρωπους να καθησωσιν? ητο δε χορτος πολυς εν τω τοπω. Εκαθησαν λοιπον οι ανδρες τον αριθμον εως πεντακισχιλιοι. | 10 εἶπεν ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. |
11 Και ελαβεν ο Ιησους τους αρτους και ευχαριστησας διεμοιρασεν εις τους μαθητας, οι δε μαθηται εις τους καθημενους? ομοιως και εκ των οψαριων οσον ηθελον. | 11 ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. |
12 Αφου δε εχορτασθησαν, λεγει προς τους μαθητας αυτους? Συναξατε τα περισσευσαντα κλασματα, δια να μη χαθη τιποτε. | 12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. |
13 Εσυναξαν λοιπον και εγεμισαν δωδεκα κοφινους κλασματων εκ των πεντε αρτων των κριθινων, τα οποια επερισσευσαν εις τους φαγοντας. | 13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. |
14 Οι ανθρωποι λοιπον, ιδοντες το θαυμα, το οποιον εκαμεν ο Ιησους, ελεγον οτι Ουτος ειναι αληθως ο προφητης ο μελλων να ελθη εις τον κοσμον. | 14 Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. |
15 Ο Ιησους λοιπον γνωρισας οτι μελλουσι να ελθωσι και να αρπασωσιν αυτον, δια να καμωσιν αυτον βασιλεα, ανεχωρησε παλιν εις το ορος αυτος μονος. | 15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. |
16 Καθως δε εγεινεν εσπερα, κατεβησαν οι μαθηται αυτου εις την θαλασσαν, | 16 Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν |
17 και εμβαντες εις το πλοιον, ηρχοντο περαν της θαλασσης εις Καπερναουμ. Και ειχεν ηδη γεινει σκοτος και ο Ιησους δεν ειχεν ελθει προς αυτους, | 17 καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, |
18 και η θαλασσα υψονετο, επειδη επνεε δυνατος ανεμος. | 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο. |
19 Αφου λοιπον εκωπηλατησαν ως εικοσιπεντε η τριακοντα σταδια βλεπουσι τον Ιησουν περιπατουντα επι της θαλασσης και πλησιαζοντα εις το πλοιον, και εφοβηθησαν. | 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. |
20 Εκεινος δε λεγει προς αυτους? Εγω ειμαι? μη φοβεισθε. | 20 ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι· μὴ φοβεῖσθε. |
21 Ηθελον λοιπον να λαβωσιν αυτον εις το πλοιον, και παρευθυς το πλοιον εφθασεν εις την γην, εις την οποιαν υπηγαινον. | 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. |
22 Τη επαυριον ο οχλος ο ισταμενος περαν της θαλασσης οτε ειδεν οτι πλοιαριον αλλο δεν ητο εκει ειμη εν, εκεινο εις το οποιον εισηλθον οι μαθηται αυτου, και οτι ο Ιησους δεν εισηλθε μετα των μαθητων αυτου εις το πλοιαριον, αλλα μονοι οι μαθηται αυτου ανεχωρησαν? | 22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· |
23 ηλθον δε αλλα πλοιαρια εκ της Τιβεριαδος πλησιον του τοπου, οπου εφαγον τον αρτον, αφου ο Κυριος ευχαριστησεν? | 23 ἄλλα ἦλθεν πλοιά[ρια] ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. |
24 οτε λοιπον ειδεν ο οχλος οτι ο Ιησους δεν ειναι εκει, ουδε οι μαθηται αυτου, εισηλθον και αυτοι εις τα πλοια και ηλθον εις Καπερναουμ ζητουντες τον Ιησουν. | 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν. |
25 Και ευροντες αυτον περαν της θαλασσης, ειπον προς αυτον? Ραββι, ποτε ηλθες εδω; | 25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββί, πότε ὧδε γέγονας; |
26 Απεκριθη προς αυτους ο Ιησους και ειπεν? Αληθως, αληθως σας λεγω, με ζητειτε, ουχι διοτι ειδετε θαυματα, αλλα διοτι εφαγετε εκ των αρτων και εχορτασθητε. | 26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. |
27 Εργαζεσθε μη δια την τροφην την φθειρομενην, αλλα δια την τροφην την μενουσαν εις ζωην αιωνιον, την οποιαν ο Υιος του ανθρωπου θελει σας δωσει? διοτι τουτον εσφραγισεν ο Πατηρ ο Θεος. | 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. |
28 Ειπον λοιπον προς αυτον? Τι να καμωμεν, δια να εργαζωμεθα τα εργα του Θεου; | 28 εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; |
29 Απεκριθη ο Ιησους και ειπε προς αυτους? Τουτο ειναι το εργον του Θεου, να πιστευσητε εις τουτον, τον οποιον εκεινος απεστειλε. | 29 ἀπεκρίθη [ὁ] Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. |
30 Τοτε ειπον προς αυτον? Τι σημειον λοιπον καμνεις συ, δια να ιδωμεν και πιστευσωμεν εις σε; τι εργαζεσαι; | 30 Εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; |
31 οι πατερες ημων εφαγον το μαννα εν τη ερημω, καθως ειναι γεγραμμενον? Αρτον εκ του ουρανου εδωκεν εις αυτους να φαγωσιν. | 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. |
32 Ειπε λοιπον προς αυτους ο Ιησους? Αληθως, αληθως σας λεγω, δεν εδωκεν εις εσας τον αρτον εκ του ουρανου ο Μωυσης, αλλ' ο Πατηρ μου σας διδει τον αρτον εκ του ουρανου τον αληθινον. | 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· |
33 Διοτι ο αρτος του Θεου ειναι ο καταβαινων εκ του ουρανου και διδων ζωην εις τον κοσμον. | 33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. |
34 Ειπον λοιπον προς αυτον? Κυριε, παντοτε δος εις ημας τον αρτον τουτον. | 34 εἶπον οὖν πρὸς αὐτόν· κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. |
35 Και ειπε προς αυτους ο Ιησους? Εγω ειμαι ο αρτος της ζωης? οστις ερχεται προς εμε, δεν θελει πεινασει, και οστις πιστευει εις εμε, δεν θελει διψησει πωποτε. | 35 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε. |
36 Πλην σας ειπον οτι και με ειδετε και δεν πιστευετε. | 36 Ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ [με] καὶ οὐ πιστεύετε. |
37 Παν ο, τι μοι διδει ο Πατηρ, προς εμε θελει ελθει, και τον ερχομενον προς εμε δεν θελω εκβαλει εξω? | 37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω, |
38 διοτι κατεβην εκ του ουρανου, ουχι δια να καμω το θελημα το εμον, αλλα το θελημα του πεμψαντος με. | 38 ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. |
39 Τουτο δε ειναι το θελημα του πεμψαντος με Πατρος, παν ο, τι μοι εδωκε να μη απολεσω ουδεν εξ αυτου, αλλα να αναστησω αυτο εν τη εσχατη ημερα. | 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ. |
40 Και τουτο ειναι το θελημα του πεμψαντος με, πας οστις βλεπει τον Υιον και πιστευει εις αυτον να εχη ζωην αιωνιον, και εγω θελω αναστησει αυτον εν τη εσχατη ημερα. | 40 τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ. |
41 Εγογγυζον λοιπον οι Ιουδαιοι περι αυτου οτι ειπεν, Εγω ειμαι ο αρτος ο καταβας εκ του ουρανου, | 41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, |
42 και ελεγον? δεν ειναι ουτος Ιησους ο υιος του Ιωσηφ, του οποιου ημεις γνωριζομεν τον πατερα και την μητερα; πως λοιπον λεγει ουτος οτι εκ του ουρανου κατεβην; | 42 καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; |
43 Απεκριθη λοιπον ο Ιησους και ειπε προς αυτους? Μη γογγυζετε μεταξυ σας. | 43 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ’ ἀλλήλων. |
44 Ουδεις δυναται να ελθη προς εμε, εαν δεν ελκυση αυτον ο Πατηρ ο πεμψας με, και εγω θελω αναστησει αυτον εν τη εσχατη ημερα. | 44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. |
45 Ειναι γεγραμμενον εν τοις προφηταις? Και παντες θελουσιν εισθαι διδακτοι του Θεου. Πας λοιπον, οστις ακουση παρα του Πατρος και μαθη, ερχεται προς εμε? | 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ. |
46 ουχι οτι ειδε τις τον Πατερα, ειμη εκεινος οστις ειναι παρα του Θεου, ουτος ειδε τον Πατερα. | 46 οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. |
47 Αληθως αληθως, σας λεγω, Ο πιστευων εις εμε εχει ζωην αιωνιον. | 47 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. |
48 Εγω ειμαι ο αρτος της ζωης. | 48 Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. |
49 Οι πατερες σας εφαγον το μαννα εν τη ερημω και απεθανον? | 49 οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· |
50 ουτος ειναι ο αρτος ο καταβαινων εκ του ουρανου, δια να φαγη τις εξ αυτου και να μη αποθανη. | 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. |
51 Εγω ειμαι ο αρτος ο ζων, ο καταβας εκ του ουρανου. Εαν τις φαγη εκ τουτου του αρτου, θελει ζησει εις τον αιωνα. Και ο αρτος δε τον οποιον εγω θελω δωσει, ειναι η σαρξ μου την οποιαν εγω θελω δωσει υπερ της ζωης του κοσμου. | 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. |
52 Εμαχοντο λοιπον προς αλληλους Ιουδαιοι, λεγοντες? Πως δυναται ουτος να δωση εις ημας να φαγωμεν την σαρκα αυτου; | 52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα [αὐτοῦ] φαγεῖν; |
53 Ειπε λοιπον εις αυτους ο Ιησους? Αληθως, αληθως σας λεγω, Εαν δεν φαγητε την σαρκα του υιου του ανθρωπου και πιητε το αιμα αυτου, δεν εχετε ζωην εν εαυτοις. | 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. |
54 Οστις τρωγει την σαρκα μου και πινει το αιμα μου, εχει ζωην αιωνιον, και εγω θελω αναστησει αυτον εν τη εσχατη ημερα. | 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. |
55 Διοτι η σαρξ μου αληθως ειναι τροφη, και το αιμα μου αληθως ειναι ποσις. | 55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. |
56 Οστις τρωγει την σαρκα μου και πινει το αιμα μου εν εμοι μενει, και εγω εν αυτω. | 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. |
57 Καθως με απεστειλεν ο ζων Πατηρ και εγω ζω δια τον Πατερα, ουτω και οστις με τρωγει θελει ζησει και εκεινος δι' εμε. | 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ. |
58 Ουτος ειναι ο αρτος ο καταβας εκ του ουρανου, ουχι καθως οι πατερες σας εφαγον το μαννα και απεθανον? οστις τρωγει τουτον τον αρτον θελει ζησει εις τον αιωνα. | 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα. |
59 Ταυτα ειπεν εν τη συναγωγη, διδασκων εν Καπερναουμ. | 59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ. |
60 Πολλοι λοιπον εκ των μαθητων αυτου ακουσαντες, ειπον? Σκληρος ειναι ουτος ο λογος? τις δυναται να ακουη αυτον; | 60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; |
61 Νοησας δε ο Ιησους εν εαυτω οτι γογγυζουσι περι τουτου οι μαθηται αυτου, ειπε προς αυτους? Τουτο σας σκανδαλιζει; | 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει; |
62 εαν λοιπον θεωρητε τον Υιον του ανθρωπου αναβαινοντα οπου ητο το προτερον; | 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; |
63 το πνευμα ειναι εκεινο το οποιον ζωοποιει, η σαρξ δεν ωφελει ουδεν? οι λογοι, τους οποιους εγω λαλω προς εσας, πνευμα ειναι και ζωη ειναι. | 63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. |
64 Πλην ειναι τινες απο σας, οιτινες δεν πιστευουσι. Διοτι ηξευρεν εξ αρχης ο Ιησους, τινες ειναι οι μη πιστευοντες και τις ειναι ο μελλων να παραδωση αυτον. | 64 ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. |
65 Και ελεγε? Δια τουτο σας ειπον οτι ουδεις δυναται να ελθη προς εμε, εαν δεν ειναι δεδομενον εις αυτον εκ του Πατρος μου. | 65 καὶ ἔλεγεν· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός. |
66 Εκτοτε πολλοι των μαθητων αυτου εστραφησαν εις τα οπισω και δεν περιεπατουν πλεον μετ' αυτου. | 66 Ἐκ τούτου πολλοὶ [ἐκ] τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. |
67 Ειπε λοιπον ο Ιησους προς τους δωδεκα? Μηπως και σεις θελετε να υπαγητε; | 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; |
68 Απεκριθη λοιπον προς αυτον ο Σιμων Πετρος? Κυριε, προς τινα θελομεν υπαγει; λογους ζωης αιωνιου εχεις? | 68 ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, |
69 και ημεις επιστευσαμεν και εγνωρισαμεν οτι συ εισαι ο Χριστος ο Υιος του Θεου του ζωντος. | 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ. |
70 Απεκριθη προς αυτους ο Ιησους? Δεν εξελεξα εγω εσας τους δωδεκα και εις απο σας ειναι διαβολος; | 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. |
71 Ελεγε δε τον Ιουδαν του Σιμωνος τον Ισκαριωτην? διοτι ουτος, εις ων εκ των δωδεκα, εμελλε να παραδωση αυτον. | 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα. |