Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

Vangelo secondo Giovanni - John 2


font
GREEK BIBLELXX
1 Και την τριτην ημεραν εγεινε γαμος εν Κανα της Γαλιλαιας, και ητο η μητηρ του Ιησου εκει.1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
2 Προσεκληθη δε και ο Ιησους και οι μαθηται αυτου εις τον γαμον.2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
3 Και επειδη ελειψεν ο οινος, λεγει η μητηρ του Ιησου προς αυτον? Οινον δεν εχουσι.3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσιν.
4 Λεγει προς αυτην ο Ιησους? Τι ειναι μεταξυ εμου και σου, γυναι; δεν ηλθεν ετι η ωρα μου.4 [καὶ] λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
5 Λεγει η μητηρ αυτου προς τους υπηρετας? Ο, τι σας λεγει, καμετε.5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.
6 Ησαν δε εκει υδριαι λιθιναι εξ κειμεναι κατα το εθος του καθαρισμου των Ιουδαιων, χωρουσαι εκαστη δυο η τρια μετρα.6 ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
7 Λεγει προς αυτους ο Ιησους? Γεμισατε τας υδριας υδατος. Και εγεμισαν αυτας εως ανω.7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
8 Και λεγει προς αυτους? Αντλησατε τωρα και φερετε προς τον αρχιτρικλινον. Και εφεραν.8 καὶ λέγει αὐτοῖς· ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· οἱ δὲ ἤνεγκαν.
9 Καθως δε ο αρχιτρικλινος εγευθη το υδωρ εις οινον μεταβεβλημενον και δεν ηξευρε ποθεν ειναι, οι υπηρεται ομως ηξευρον οι αντλησαντες το υδωρ φωναζει τον νυμφιον ο αρχιτρικλινος9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
10 και λεγει προς αυτον? Πας ανθρωπος πρωτον τον καλον οινον βαλλει, και αφου πιωσι πολυ, τοτε τον κατωτερον? συ εφυλαξας τον καλον οινον εως τωρα.10 καὶ λέγει αὐτῷ· πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
11 Ταυτην την αρχην των θαυματων εκαμεν ο Ιησους εν Κανα της Γαλιλαιας και εφανερωσε την δοξαν αυτου, και επιστευσαν εις αυτον οι μαθηται αυτου.11 Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετα τουτο κατεβη εις Καπερναουμ αυτος και η μητηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου, και εκει εμειναν ουχ πολλας ημερας.12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ [αὐτοῦ] καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
13 Επλησιαζε δε το πασχα των Ιουδαιων, και ανεβη εις Ιεροσολυμα ο Ιησους.13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
14 Και ευρεν εν τω ιερω, τους πωλουντας βοας και προβατα και περιστερας, και τους αργυραμοιβους καθημενους.14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους,
15 Και ποιησας μαστιγα εκ σχοινιων, εδιωξε παντας εκ του ιερου και τα προβατα και τους βοας, και τα νομισματα των αργυραμοιβων εχυσε και τας τραπεζας ανετρεψε,15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν,
16 και προς τους πωλουντας τας περιστερας ειπε? Σηκωσατε ταυτα εντευθεν? μη καμνετε τον οικον του Πατρος μου οικον εμποριου.16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
17 Τοτε ενεθυμηθησαν οι μαθηται αυτου οτι ειναι γεγραμμενον, Ο ζηλος του οικου σου με κατεφαγεν.17 ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
18 Απεκριθησαν λοιπον οι Ιουδαιοι και ειπον προς αυτον? Τι σημειον δεικνυεις εις ημας, διοτι καμνεις ταυτα;18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;
19 Απεκριθη ο Ιησους και ειπε προς αυτους? Χαλασατε τον ναον τουτον, και δια τριων ημερων θελω εγειρει αυτον.19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
20 Και οι Ιουδαιοι ειπον? Εις τεσσαρακοντα και εξ ετη ωκοδομηθη ο ναος ουτος, και συ θελεις εγειρει αυτον εις τρεις ημερας;20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
21 Εκεινος ομως ελεγε περι του ναου του σωματος αυτου.21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
22 Οτε λοιπον ηγερθη εκ νεκρων, ενεθυμηθησαν οι μαθηται αυτου οτι τουτο ελεγε προς αυτους, και επιστευσαν εις την γραφην και εις τον λογον, τον οποιον ειπεν ο Ιησους.22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.
23 Και ενω ητο εν Ιεροσολυμοις κατα την εορτην του πασχα, πολλοι επιστευσαν εις το ονομα αυτου, βλεποντες αυτου τα θαυματα, τα οποια εκαμνεν.23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει·
24 Αυτος δε ο Ιησους δεν ενεπιστευετο εις αυτους, διοτι εγνωριζε παντας,24 αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν αὐτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας
25 και διοτι δεν ειχε χρειαν δια να μαρτυρηση τις περι του ανθρωπου? επειδη αυτος εγνωριζε τι ητο εντος του ανθρωπου.25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.