1 Και εμβας εις το πλοιον, διεπερασε και ηλθεν εις την εαυτου πολιν. | 1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. |
2 Και ιδου, εφερον προς αυτον παραλυτικον κειμενον επι κλινης? και ιδων ο Ιησους την πιστιν αυτων, ειπε προς τον παραλυτικον? Θαρρει, τεκνον? συγκεχωρημεναι ειναι εις σε αι αμαρτιαι σου. | 2 καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· θάρσει, τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι. |
3 Και ιδου, τινες εκ των γραμματεων ειπον καθ' εαυτους? Ουτος βλασφημει. | 3 Καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. |
4 Και ιδων ο Ιησους τους διαλογισμους αυτων, ειπε? Δια τι σεις διαλογιζεσθε πονηρα εν ταις καρδιαις σας; | 4 καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; |
5 Διοτι τι ειναι ευκολωτερον, να ειπω, Συγκεχωρημεναι ειναι αι αμαρτιαι σου, η να ειπω, Εγερθητι και περιπατει; | 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ἔγειρε καὶ περιπάτει; |
6 Αλλα δια να γνωρισητε οτι εξουσιαν εχει ο Υιος του ανθρωπου επι της γης να συγχωρη αμαρτιας, τοτε λεγει προς τον παραλυτικον? Εγερθεις σηκωσον την κλινην σου και υπαγε εις τον οικον σου. | 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. |
7 Και εγερθεις ανεχωρησεν εις τον οικον αυτου. | 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. |
8 Ιδοντες δε οι οχλοι, εθαυμασαν και εδοξασαν τον Θεον, οστις εδωκε τοιαυτην εξουσιαν εις τους ανθρωπους. | 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. |
9 Και διαβαινων ο Ιησους εκειθεν ειδεν ανθρωπον καθημενον εις το τελωνιον, Ματθαιον λεγομενον, και λεγει προς αυτον? Ακολουθει μοι. Και σηκωθεις ηκολουθησεν αυτον. | 9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. |
10 Και ενω εκαθητο εις την τραπεζαν εν τη οικια, ιδου, πολλοι τελωναι και αμαρτωλοι ελθοντες συνεκαθηντο μετα του Ιησου και των μαθητων αυτου. | 10 καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. |
11 Και ιδοντες οι Φαρισαιοι ειπον προς τους μαθητας αυτου? Δια τι ο Διδασκαλος σας τρωγει μετα των τελωνων και αμαρτωλων; | 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; |
12 Ο δε Ιησους ακουσας ειπε προς αυτους? Δεν εχουσι χρειαν ιατρου οι υγιαινοντες, αλλ' οι πασχοντες. | 12 Ὁ δὲ ἀκούσας εἶπεν· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες. |
13 Υπαγετε δε και μαθετε τι ειναι, Ελεον θελω και ουχι θυσιαν. Διοτι δεν ηλθον δια να καλεσω δικαιους αλλα αμαρτωλους εις μετανοιαν. | 13 πορευθέντες δὲ μάθετε τί ἐστιν· ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλ’ ἁμαρτωλούς. |
14 Τοτε ερχονται προς αυτον οι μαθηται του Ιωαννου, λεγοντες? Δια τι ημεις και οι Φαρισαιοι νηστευομεν πολλα, οι δε μαθηται σου δεν νηστευουσι; | 14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν [πολλά], οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; |
15 Και ειπε προς αυτους ο Ιησους? Μηπως δυνανται οι υιοι του νυμφωνος να πενθωσιν, ενοσω ειναι μετ' αυτων ο νυμφιος; θελουσιν ομως ελθει ημεραι, οταν αφαιρεθη απ' αυτων ο νυμφιος, και τοτε θελουσι νηστευσει. | 15 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. |
16 Και ουδεις βαλλει επιρραμμα αγναφου πανιου επι ιματιον παλαιον? διοτι αφαιρει το αναπληρωμα αυτου απο του ιματιου, και γινεται σχισμα χειροτερον. | 16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου καὶ χεῖρον σχίσμα γίνεται. |
17 Ουδε βαλλουσιν οινον νεον εις ασκους παλαιους? ει δε μη, σχιζονται οι ασκοι, και ο οινος εκχεεται και οι ασκοι φθειρονται? αλλα βαλλουσιν οινον νεον εις ασκους νεους, και αμφοτερα διατηρουνται. | 17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοὶ καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται. |
18 Ενω αυτος ελαλει ταυτα προς αυτους, ιδου, αρχων τις ελθων προσεκυνει αυτον, λεγων οτι η θυγατηρ μου ετελευτησε προ ολιγου? αλλα ελθε και βαλε την χειρα σου επ' αυτην και θελει ζησει. | 18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων εἷς ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλ’ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν, καὶ ζήσεται. |
19 Και σηκωθεις ο Ιησους ηκολουθησεν αυτον και οι μαθηται αυτου. | 19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. |
20 Και ιδου, γυνη αιμορροουσα δωδεκα ετη, πλησιασασα οπισθεν ηγγισε το ακρον του ιματιου αυτου? | 20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· |
21 διοτι ελεγε καθ' εαυτην, Εαν μονον εγγισω το ιματιον αυτου, θελω σωθη. | 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ· ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. |
22 Ο δε Ιησους επιστραφεις και ιδων αυτην ειπε? Θαρρει, θυγατερ? η πιστις σου σε εσωσε. Και εσωθη η γυνη απο της ωρας εκεινης. | 22 ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν· θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. |
23 Και ελθων ο Ιησους εις την οικιαν του αρχοντος και ιδων τους αυλητας και τον οχλον θορυβουμενον, | 23 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον |
24 λεγει προς αυτους? Αναχωρειτε? διοτι δεν απεθανε το κορασιον, αλλα κοιμαται. Και κατεγελων αυτον. | 24 ἔλεγεν· ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. |
25 Οτε δε εξεβληθη ο οχλος, εισελθων επιασε την χειρα αυτης, και εσηκωθη το κορασιον. | 25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. |
26 Και διεδοθη η φημη αυτη εις ολην την γην εκεινην. | 26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην. |
27 Και ενω ανεχωρει εκειθεν ο Ιησους, ηκολουθησαν αυτον δυο τυφλοι, κραζοντες και λεγοντες? Ελεησον ημας, υιε του Δαβιδ. | 27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν [αὐτῷ] δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ. |
28 Και οτε εισηλθεν εις την οικιαν, επλησιασαν εις αυτον οι τυφλοι, και λεγει προς αυτους ο Ιησους? Πιστευετε οτι δυναμαι να καμω τουτο; Λεγουσι προς αυτον? Ναι, Κυριε. | 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναὶ κύριε. |
29 Τοτε ηγγισε τους οφθαλμους αυτων, λεγων? Κατα την πιστιν σας ας γεινη εις εσας. | 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. |
30 Και ηνοιχθησαν αυτων οι οφθαλμοι? προσεταξε δε αυτους εντονως ο Ιησους, λεγων? Προσεχετε, ας μη εξευρη τουτο μηδεις. | 30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. |
31 Αλλ' εκεινοι εξελθοντες διεφημισαν αυτον εν ολη τη γη εκεινη. | 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. |
32 Ενω δε αυτοι εξηρχοντο, ιδου, εφεραν προς αυτον ανθρωπον κωφον δαιμονιζομενον? | 32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον. |
33 και αφου εξεβληθη το δαιμονιον, ελαλησεν ο κωφος, και εθαυμασαν οι οχλοι, λεγοντες οτι ποτε δεν εφανη τοιουτον εν τω Ισραηλ. | 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. |
34 Οι δε Φαρισαιοι ελεγον? Δια του αρχοντος των δαιμονιων εκβαλλει τα δαιμονια. | 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. |
35 Και περιηρχετο ο Ιησους τας πολεις πασας και τας κωμας, διδασκων εν ταις συναγωγαις αυτων και κηρυττων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν ασθενειαν εν τω λαω. | 35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. |
36 Ιδων δε τους οχλους, εσπλαγχνισθη δι' αυτους, διοτι ησαν εκλελυμενοι και εσκορπισμενοι ως προβατα μη εχοντα ποιμενα. | 36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. |
37 Τοτε λεγει προς τους μαθητας αυτου? Ο μεν θερισμος πολυς, οι δε εργαται ολιγοι? | 37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· |
38 παρακαλεσατε λοιπον τον κυριον του θερισμου, δια να αποστειλη εργατας εις τον θερισμον αυτου. | 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. |